- 底本
- Archimedes. Archimedis opera omnia cum commentariis Eutocii, Volume 2. Heiberg, J. L., editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:4#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者证明了填充常规天文学宇宙所需的沙粒数量少于第七类数中的1,000个单位。此外,他还证明了即使在阿利斯塔克所假设的恒星天球模型中,沙粒数量也依然少于第八类数中的一千万,并在最后将此篇论著呈献给盖隆王作为结语。
φανερὸν οὖν, ὅτι τὸ τοῦ ψάμμου πλῆθος τοῦ μέγεθος ἔχοντος ἴσον τᾷ σφαίρᾳ τᾷ τὰν διάμετρον ἐχούσᾳ σταδίων μυριάδων μυριᾶν ἔλασσόν ἐστιν ἢ ι΄ μυριάδες τῶν ἕκτων ἀριθμῶν. ἁ δὲ τὰν διάμετρον ἔχουσα σφαῖρα σταδίων μυριάκις μυριάδων ρ1΄ πολλαπλασία ἐστὶ τᾶς σφαίρας τᾶς ἐχούσας τὰν διάμετρον σταδίων μυριάδων μυριᾶν ταῖς ρ΄ μυριάδεσσιν. εἰ οὖν γένοιτο ἐκ τοῦ ψάμμου σφαῖρα ταλικαύτα τὸ μέγεθος, ἁλίκα ἐστὶν ἁ σφαῖρα ἁ ἔχουσα τὰν διάμετρον σταδίων μυριάκις μυριάδων ρ΄, φανερόν, ὅτι τὸ τοῦ ψάμμου πλῆθος ἔλασσον ἐσσεῖται τοῦ γενομένου ἀριθμοῦ πολλαπλασιασθεισᾶν τᾶν ι΄ μυριάδων τῶν ἕκτων ἀριθμῶν ταῖς ρ΄ μυριάδεσσιν. ἐπεὶ δ᾽ αἱ μὲν τῶν ἕκτων ἀριθμῶν δέκα μυριάδες ἕκτος καὶ τετρωκοστός ἐστιν ἀπὸ μονάδος ἀνάλογον, αἱ δὲ ρ΄ μυριάδες ἕβδομος ἀπὸ μονάδος ἐκ τᾶς αὐτᾶς ἀναλογίας, δῆλον, ὅτι ὁ γενόμενος ἐσσεῖται δυοκαιπεντακοστὸς ἀπὸ μονάδος ἐκ τᾶς αὐτᾶς ἀναλογίας. τῶν δὲ δύο καὶ πεντήκοντα τούτων οἱ μὲν ὀκτὼ καὶ τεσσαράκοντα σὺν τᾷ μονάδι οἵ τε πρώτοι καλουμένοι ἐντὶ καὶ οἱ δευτέροι καὶ τρίτοι καὶ τετάρτοι καὶ πέμπτοι καὶ ἕκτοι, οἱ δὲ λοιποὶ τέσσαρες τῶν ἑβδόμων καλουμένων ἐντί, καὶ ὁ ἔσχατος αὐτῶν ἐστι χιλίαι μονάδες τῶν ἑβδόμων ἀριθμῶν. φανερὸν οὖν, ὅτι τοῦ ψάμμου τὸ πλῆθος τοῦ μέγεθος ἔχοντος ἴσον τᾷ σφαίρᾳ τᾷ τὰν διάμετρον ἐχούσᾳ σταδίων μυριάκις μυριάδων ρ΄ ἔλασσόν ἐστιν ἢ ͵α μονάδες τῶν ἑβδόμων ἀριθμῶν. ἐπεὶ οὖν ἐδείχθη ἁ τοῦ κόσμου διάμετρος ἐλάσσων ἐοῦσα σταδίων μυριάκις μυριάδων ρ΄, δῆλον, ὅτι καὶ τοῦ ψάμμου τὸ πλῆθος τοῦ μέγεθος ἔχοντος ἴσον τῷ κόσμῳ ἔλασσόν ἐστιν ἢ ͵α μονάδες τῶν ἑβδόμων ἀριθμῶν. ὅτι μὲν οὖν τὸ τοῦ ψάμμου πλῆθος τοῦ μέγεθος ἔχοντος ἴσον τῷ ὑπὸ τῶν πλείστων ἀστρολόγων καλουμένῳ κόσμῳ ἔλασσόν ἐστιν ἢ ͵α μονάδες τῶν ἑβδόμων ἀριθμῶν, δεδείκται. ὅτι δὲ καὶ τὸ πλῆθος τοῦ ψάμμου τοῦ μέγεθος ἔχοντος ἴσον τᾷ σφαίρᾳ ταλικαύτᾳ, ἁλίκαν Ἀρίσταρχος ὑποτιθέται τὰν τῶν ἀπλανέων ἄστρων σφαῖραν εἶμεν, ἔλασσόν ἐστιν ἢ ͵α μυριάδες τῶν ὀγδόων ἀριθμῶν, δειχθησέται. ἐπεὶ γὰρ ὑποκείται, τὰν γᾶν τὸν αὐτὸν ἔχειν λόγον ποτὶ τὸν ὑφ᾽ ἁμῶν εἰρημένον κόσμον, ὃν ἔχει λόγον ὁ εἰρημένος κόσμος ποτὶ τὰν τῶν ἀπλανέων ἄστρων σφαῖραν, ἃν Ἀρίσταρχος ὑποτιθέται, καὶ αἱ διαμέτροι τᾶν σφαιρᾶν τὸν αὐτὸν ἔχοντι λόγον ποτ᾽ ἀλλάλας, ἁ δὲ τοῦ κόσμου διάμετρος τᾶς διαμέτρου τᾶς γᾶς δεδείκται ἐλάσσων ἐοῦσα ἢ μυριοπλασίων, δῆλον οὖν, ὅτι καὶ ἁ διάμετρος τᾶς τῶν ἀπλανέων ἄστρων σφαίρας ἐλάσσων ἐστὶν ἢ μυριοπλασίων τᾶς διαμέτρου τοῦ κόσμου. ἐπεὶ δὲ αἱ σφαῖραι τριπλάσιον λόγον2 ἔχοντι ποτ᾽ ἀλλάλας τᾶν διαμέτρων, φανερόν, ὅτι ἁ τῶν ἀπλανέων ἄστρων σφαῖρα, ἃν Ἀρίσταρχος ὑποτιθέται, ἐλάττων ἐστιν ἢ μυριάκις μυρίαις μυριάδεσσι πολλαπλασίων τοῦ κόσμου. δεδείκται δέ, ὅτι τὸ τοῦ ψάμμου πλῆθος τοῦ μέγεθος ἔχοντος ἴσον τῷ κόσμῳ ἔλασσόν ἐστιν ἢ ͵α μονάδες τῶν ἑβδόμων ἀριθμῶν. δῆλον οὖν, ὅτι, εἰ γένοιτο ἐκ τοῦ ψάμμου σφαῖρα ταλικαύτα τὸ μέγεθος, ἁλίκαν ὁ Ἀρίσταρχος ὑποτιθέται τὰν τῶν ἀπλανέων ἄστρων σφαῖραν εἶμεν, ἐλάσσων ἐσσεῖται ὁ τοῦ ψάμμου ἀριθμὸς τοῦ γενομένου ἀριθμοῦ πολλαπλασιασθεισᾶν τᾶν χιλιᾶν μονάδων ταῖς μυριάκις μυρίαις μυριάδεσσιν. καὶ ἐπεὶ αἱ μὲν τῶν ἑβδόμων ͵α μονάδες δυοκαιπεντακοστός ἐστιν ἀπὸ μονάδος ἀνάλογον, αἱ δὲ μυριάκις μυρίαι μυριάδες τρισκαιδέκατος ἀπὸ μονάδος ἐκ τᾶς αὐτᾶς ἀναλογίας, δῆλον, ὅτι ὁ γενόμενος ἐσσεῖται τέταρτος καὶ ἑξηκοστὸς ἀπὸ μονάδος ἐκ τᾶς αὐτᾶς ἀναλογίας. οὗτος δέ ἐστι τῶν ὀγδόων ὄγδοος,3 ὅς κα εἴη χιλίαι μυριάδες τῶν ὀγδόων ἀριθμῶν. φανερὸν τοίνυν, ὅτι τοῦ ψάμμου τὸ πλῆθος τοῦ μέγεθος ἔχοντος ἴσον τᾷ τῶν ἀπλανέων ἄστρων σφαίρᾳ, ἃν Ἀρίσταρχος ὑποτιθέται, ἔλασσόν ἐστιν ἢ ͵α μυριάδες τῶν ὀγδόων ἀριθμῶν. ταῦτα δέ, βασιλεῦ Γέλων, τοῖς μὲν πολλοῖς καὶ μὴ κεκοινωνηκότεσσι τῶν μαθημάτων οὐκ εὔπιστα φανήσειν ὑπολαμβάνω, τοῖς δὲ μεταλελαβηκότεσσιν καὶ περὶ τῶν ἀποστημάτων καὶ τῶν μεγεθέων τᾶς τε γᾶς καὶ τοῦ ἁλίου καὶ τᾶς σελήνας καὶ τοῦ ὅλου κόσμου πεφροντικότεσσιν πιστὰ διὰ τὰν ἀπόδειξιν ἐσσείσθαι. διόπερ ᾠήθην κα καὶ τὶν οὐκ ἀναρμοστεῖν [ἔτι] ἐπιθεωρήσαι ταῦτα.
因此显然,其大小等于直径为一亿斯塔德的球体的沙粒数量,少于第六类数中的10个万。他方,直径为一百亿斯塔德的球体,是直径为一亿斯塔德的球体的100万倍。因此,如果有一个由沙子组成的、大小等于直径为一百亿斯塔德的球体,显然,此沙粒的数量将小于第六类数中的10个万乘以 100万所得的积。既然第六类数中的10 万是比例序列中从单位开始的第46个数,而100万是同一比例序列中从单位开始的第7个数,显然,所得的积将是同一比例序列中从单位开始的第52个数。在这52个数字中,包含单位在内的前48个属于所谓的“第一类”、“第二类”、“第三类”、“第四类”、“第五类”和“第六类”数,其余的4个属于所谓的“第七类数”,而其中最后一个是第七类数中的一千个单位。因此显然,其大小等于直径为一百亿斯塔德的球体的沙粒数量,少于第七类数中的1,000个单位。既然宇宙的直径已被证明少于一百亿斯塔德,显然,其大小等于宇宙的沙粒数量,也少于第七类数中的1,000个单位。因此,其大小等于被大多数天文学家所称的宇宙的沙粒数量,少于第七类数中的1,000个单位,这已被证明;而其大小等于阿利斯塔克所假设的恒星天球那么大的球体的沙粒数量,也少于第八类数中的1,000个万,这将在下文被证明。因为既然假设地球对我们所说的宇宙的比例,等于该宇宙对阿利斯塔克所假设的恒星天球的比例,这些球体的直径彼此也具有相同的比例。而宇宙的直径已被证明少于地球直径的一万倍;因此显然,恒星天球的直径也少于宇宙直径的一万倍。既然球体之间的比例是它们直径的三次幂之比,显然,阿利斯塔克所假设的恒星天球,少于宇宙的一万个万个万(一万亿)倍。并且已被证明,其大小等于宇宙的沙粒数量,少于第七类数中的1,000个单位;因此显然,如果有一个由沙子组成的、大小等于阿利斯塔克所假设的恒星天球的球体,此沙粒的数量将小于一千个单位乘以一万个万个万(一万亿)所得的积。而且,第七类数中的1,000个单位是等比序列中从单位开始的第52个数,而一万个万个万是同一比例序列中从单位开始的第13个数,显然,所得的积将是同一比例序列中从单位开始的第64个数。而这个数是第八类数中的第八个数,这相当于第八类数中的一千个万(一千万)。因此显然,其大小等于阿利斯塔克所假设的恒星天球的沙粒数量,少于第八类数中的一千个万(一千万)。盖隆王啊,我以为,对于大多数没有参与数学研究的人来说,这些事情似乎是不可置信的,但对于那些已经获得经验,并对地球、太阳、月球以及整个宇宙的距离和大小进行过思考的人来说,由于这一证明,这些事情将是可信的;因此,我认为让您[进一步]来考察这些事情也并非不合适。
- 4μυριάκις μυριάδων ρ
字面意思为“一万次的一百个万”,代表 10^4 × 10^4 × 100 = 10^10(一百亿)。这基于希腊语中通过将“万(μυριάς)”的副词和名词形式进行乘法重复,来描述更高阶单位的习惯。
- 4τριπλάσιον λόγον
此处并非指“三倍之比”,而是几何学中的专业术语,意为“三次幂之比”(triplicate ratio)。它是指相似立体的体积之比等于其对应线段(此处为球体直径)之比的三次方的定理(如欧几里得《几何原本》第12卷命题18等)。
- 4τῶν ὀγδόων ὄγδοος
意为“第八类数中的第八个”。在阿基米德设计的记数法中,每个“八位组(由八个位组成的类别)”包含八个位阶。第八类数(范围为 10^56 到 10^63)的第八阶指的是 10^(7*8) × 10^7 = 10^63。这精确地对应于第八类数中的一千个万(一千万),即在第二周期开始之前,第一周期中的最大位阶。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-25)
- 2026-11-25 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
