← 阿基米德

数沙术

§1#3

太阳直径与宇宙最大圆内接千边形之边

利用通过地球中心、太阳中心和眼睛的平面上的几何关系,数学上证明了太阳的直径大于内接于宇宙最大圆的千边形的边长。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1#3

μὲν γᾶς τὸ Θ, τοῦ δὲ ἁλίου τὸ Κ, ὄψις δὲ ἔστω τὸ Δ. καὶ ἄχθωσαν εὐθείαι ἐπιψαυούσαι τοῦ ΣΗ κύκλου, ἀπὸ μὲν τοῦ Δ αἱ ΔΛ, ΔΞ· ἐπιψαυόντων δὲ κατὰ τὸ Ν καὶ τὸ Τ· ἀπὸ δὲ τοῦ Θ αἱ ΘΜ, ΘΟ· ἐπιψαυόντων δὲ κατὰ τὸ Χ καὶ τὸ Ρ. τὸν δὲ ΑΒΓ κύκλον τεμνόντων αἱ ΘΜ, ΘΟ κατὰ τὸ Α καὶ τὸ Β. ἔστι δὴ μείζων ἁ ΘΚ τᾶς ΔΚ,1 ἐπεὶ ὑποκείται ὁ ἅλιος ὑπὲρ τὸν ὁρίζοντα εἶμεν· ὥστε ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΔΛ, ΔΞ μείζων ἐστὶ τᾶς γωνίας τᾶς περιεχομένας ὑπὸ τᾶν ΘΜ, ΘΟ. ἁ δὲ περιεχομένα γωνία ὑπὸ τᾶν ΔΛ, ΔΞ μείζων μέν ἐστιν ἢ διακοσιοστὸν μέρος ὀρθᾶς, ἐλάττων δὲ ἢ τᾶς ὀρθᾶς διαιρεθείσας εἰς ρξδ΄ τούτων ἓν μέρος. ἴσα γάρ ἐστι τᾷ γωνίᾳ, εἰς ἂν ὁ ἅλιος ἐναρμόζει τὰν κορυφὰν ἔχουσαν ποτὶ τᾷ ὄψει. ὥστε ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΘΜ, ΘΟ ἐλάττων ἐστὶν ἢ τᾶς ὀρθᾶς διαιρεθείσας εἰς ρξδ΄ τούτων ἓν μέρος, ἁ δὲ ΑΒ εὐθεῖα ἐλάττων ἐστὶ τᾶς ὑποτεινούσας ἓν τμᾶμα διαιρεθείσας τᾶς τοῦ ΑΒΓ κύκλου περιφερείας ἐς χνϛ΄. ἁ δὲ τοῦ εἰρημένου πολυγωνίου περίμετρος ποτὶ τὰν ἐκ τοῦ κέντρου τοῦ ΑΒΓ κύκλου ἐλάττονα λόγον ἔχει, ἢ τὰ μδ΄ ποτὶ τὰ ζ΄, διὰ τὸ παντὸς πολυγωνίου ἐγγεγραμμένου ἐν κύκλῳ τὰν περίμετρον ποτὶ τὰν ἐκ τοῦ κέντρου ἐλάττονα λόγον ἔχειν,2 ἢ τὰ μδ΄ ποτὶ τὰ ζ΄. ἐπιστάσαι γὰρ δεδειγμένον ὑφ᾽ ἁμῶν, ὅτι παντὸς κύκλου ἁ περιφέρεια μείζων ἐστὶν ἢ τριπλασίων τᾶς διαμέτρου ἐλάσσονι ἢ ἑβδόμῳ μέρει. ταύτας δὲ ἐλάττων ἐστὶν ἁ περίμετρος τοῦ ἐγγραφέντος πολυγωνίου. ἐλάττονα οὖν λόγον ἔχει ἁ ΒΑ ποτὶ τὰν ΘΚ, ἢ τὰ ια΄ ποτὶ τὰ αρμη΄. ὥστε ἐλάττων ἐστὶν ἁ ΒΑ τᾶς ΘΚ ἢ ἑκατοστὸν μέρος. τᾷ δὲ ΒΑ ἴσα ἐστὶν ἁ διάμετρος τοῦ ΣΗ κύκλου, διότι καὶ ἁ ἡμίσεια αὐτᾶς ἁ ΦΑ ἴσα ἐστὶ τᾷ ΚΡ. ἰσᾶν γὰρ ἐουσᾶν τᾶν ΘΚ, ΘΑ ἀπὸ τῶν περάτων καθέτοι ἐπεζευγμέναι ἐντὶ ὑπὸ τὰν αὐτὰν γωνίαν. δῆλον οὖν, ὅτι ἁ διάμετρος τοῦ ΣΗ κύκλου ἐλάττων ἐστὶν ἢ ἑκατοστὸν μέρος τᾶς ΘΚ. καὶ ἁ ΕΘΥ διάμετρος ἐλάττων ἐστὶ τᾶς διαμέτρου τοῦ ΣΗ κύκλου, ἐπεὶ ἐλάττων ἐστὶν ὁ ΔΕΖ κύκλος τοῦ ΣΗ κύκλου. ἐλαττόνες ἄρα ἐντὶ ἀμφοτέραι αἱ ΘΥ, ΚΣ ἢ ἑκατοστὸν μέρος τᾶς ΘΚ. ὥστε ἁ ΘΚ ποτὶ τὰν ΥΣ ἐλάττονα λόγον ἔχει, ἢ τὰ ρ΄ ποτὶ τὰ Ϙθ΄. καὶ ἐπεὶ ἁ μὲν ΘΚ μείζων ἐστὶ τᾶς ΘΡ, ἁ δὲ ΣΥ ἐλάττων τᾶς ΔΤ, ἐλάττω ἄρα καὶ λόγον ἔχει ἁ ΘΡ ποτὶ τὰν ΔΤ, ἢ τὰ ρ΄ ποτὶ τὰ Ϙθ΄. ἐπεὶ δὲ τῶν ΘΚΡ, ΔΚΤ ὀρθογωνίων ἐόντων αἱ μὲν ΚΡ, ΚΤ πλευραὶ ἴσαι ἐντὶ, αἱ δὲ ΘΡ, ΔΤ ἀνίσοι, καὶ μείζων ἁ ΘΡ, ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΔΤ, ΔΚ ποτὶ τὰν γωνίαν τὰν περιεχομέναν ὑπὸ τᾶν ΘΡ, ΘΚ μείζονα μὲν ἔχει λόγον, ἢ ἁ ΘΚ ποτὶ τὰν ΔΚ, ἐλάττω δέ, ἢ ἁ ΘΡ ποτὶ τὰν ΔΤ. εἰ γάρ κα δυῶν τριγώνων ὀρθογωνίων αἱ μὲν ἁτέραι πλευραὶ αἱ περὶ τὰν ὀρθὰν γωνίαν ἴσαι ἔωντι,3 αἱ δὲ ἁτέραι ἀνίσοι, ἁ μείζων γωνία τᾶν ποτὶ ταῖς ἀνίσοις πλευραῖς ποτὶ τὰν ἐλάττονα μείζονα μὲν ἔχει λόγον, ἢ ἁ μείζων γραμμὰ τᾶν ὑπὸ τὰν ὀρθὰν γωνίαν ὑποτεινουσᾶν ποτὶ τὰν ἐλάττονα, ἐλάττονα δέ, ἢ ἁ μείζων γραμμὰ τᾶν περὶ τὰν ὀρθὰν γωνίαν ποτὶ τὰν ἐλάττονα. ὥστε ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΔΛ, ΔΞ ποτὶ τὰν γωνίαν τὰν περιεχομέναν ὑπὸ τᾶν ΘΟ, ΘΜ ἐλάττω λόγον ἔχει, ἢ ἁ ΘΡ ποτὶ τὰν ΔΤ, ἅτις ἐλάττω λόγον ἔχει, ἢ τὰ ρ΄ ποτὶ τὰ Ϙθ΄. ὥστε καὶ ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΔΛ, ΔΞ ποτὶ τὰν γωνίαν τὰν περιεχομέναν ὑπὸ τᾶν ΘΜ, ΘΟ ἐλάττω λόγον ἔχει ἢ τὰ ρ΄ ποτὶ τὰ Ϙθ΄. καὶ ἐπεί ἐστιν ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΔΛ, ΔΞ μείζων ἢ διακοσιοστὸν μέρος ὀρθᾶς, εἴη κα ἁ γωνία ἁ περιεχομένα ὑπὸ τᾶν ΘΜ, ΘΟ μείζων ἢ τᾶς ὀρθᾶς διαιρεθείσας ἐς δισμύρια τούτων ϙθ΄ μέρεα. ὥστε μείζων ἐστὶν ἢ διαιρεθείσας τᾶς ὀρθᾶς εἰς σ΄ καὶ γ΄ τούτων ἓν μέρος. ἁ ἄρα ΒΑ μείζων ἐστὶ τᾶς ὑποτεινούσας ἓν τμᾶμα διῃρημένας τᾶς τοῦ ΑΒΓ κύκλου περιφερείας εἰς ωιβ΄. τᾷ δὲ ΑΒ ἴσα ἐντὶ ἁ τοῦ ἁλίου διάμετρος. δῆλον οὖν, ὅτι μείζων ἐστὶν ἁ τοῦ ἁλίου διάμετρος τᾶς τοῦ χιλιαγώνου πλευρᾶς.

设地球的中心为Θ,太阳的中心为Κ,眼睛(视点)为Δ,并从Δ引出切于圆ΣΗ的直线ΔΛ、ΔΞ,分别切于Ν和T,并从Θ引出切线ΘΜ、ΘΟ,分别切于Χ和Ρ,且让ΘΜ、ΘΟ与圆ΑΒΓ相交于 Α和Β。现在,既然假定太阳在地平线之上,则ΘΚ大于ΔΚ;因此,由ΔΛ、ΔΞ所夹的角度大于由ΘΜ、ΘΟ所夹的角度。而由ΔΛ、ΔΞ所夹的角度大于直角的两百分之一,但小于直角被分为164份中的1份;因为它等于太阳所容纳的、顶点在眼部的角度;因此,由ΘΜ、ΘΟ所夹的角度小于直角被分为164份中的1份,且直线ΑΒ小于圆ΑΒΓ的圆周被分为656份时的一份弧所对应的弦。而上述多边形的周长与圆ΑΒΓ的半径之比,小于44与 7之比,因为任何内接于圆的多边形,其周长与半径之比都小于44与7之比;因为你(陛下)知道,我们已经证明了任何圆的圆周都大于其直径的三倍,其超出部分小于直径的七分之一,且内接多边形的周长小于该圆周;因此,ΒΑ与ΘΚ之比小于11与1148之比;所以ΒΑ小于ΘΚ的一百分之一。而圆ΣΗ的直径等于ΒΑ,因为其一半ΦΑ等于ΚΡ;因为在ΘΚ、ΘΑ相等的情况下,从它们的端点在相同的角度下引出了垂线;因此显然,圆ΣΗ的直径小于ΘΚ的一百分之一。且直径ΕΘΥ小于圆ΣΗ的直径,因为圆ΔΕΖ小于圆ΣΗ;因此,ΘΥ、ΚΣ两者之和小于ΘΚ的一百分之一;所以ΘΚ与ΥΣ之比小于100与99之比。又因为ΘΚ大于ΘΡ,且ΣΥ小于ΔΤ,所以ΘΡ与ΔΤ之比也小于100与99之比。而由于在直角三角形ΘΚΡ、ΔΚΤ中,边ΚΡ、ΚΤ相等,而边ΘΡ、ΔΤ不相等且ΘΡ较大,因此由ΔΤ、ΔΚ所夹的角度与由ΘΡ、ΘΚ所夹的角度之比,大于ΘΚ与ΔΚ之比,但小于ΘΡ与ΔΤ之比;因为如果两个直角三角形中,夹直角的一组边彼此相等,而另一组边不相等,则不相等边所相邻的角中,较大角与较小角之比,大于对直角的斜边中较大线段与较小线段之比,但小于夹直角的边中较大线段与较小线段之比。因此,由ΔΛ、ΔΞ所夹的角度与由ΘΟ、ΘΜ所夹的角度之比,小于ΘΡ与ΔΤ之比,而后者之比小于100与99之比;所以,由ΔΛ、ΔΞ所夹的角度与由ΘΜ、ΘΟ所夹的角度之比,也小于100与99之比。又因为由ΔΛ、ΔΞ所夹的角度大于直角的两百分之一,所以由ΘΜ、ΘΟ所夹的角度会大于直角被分为20000份中的99份;因此它大于直角被分为203份中的1份。所以,ΒΑ大于圆ΑΒΓ的圆周被分为812份时的一份弧所对应的弦。而太阳的直径等于ΑΒ;因此显然,太阳的直径大于千边形的边长。

语法注3 条
  1. 1μείζων ἁ ΘΚ τᾶς ΔΚ

    伴随比较级 μείζων 的比较属格(τᾶς ΔΚ)。说明从地球中心到太阳中心的距离(ΘΚ)大于从眼睛(地表)到太阳中心的距离(ΔΚ),这是从太阳处于地平线之上的前提(ὑπὲρ τὸν ὁρίζοντα εἶμεν)中逻辑推导出来的。

  2. 1διὰ τὸ ... τὰν περίμετρον ... ἐλάττονα λόγον ἔχειν

    介词 διὰ 后接名词化不定式 τὸ ... ἔχειν 表示原因或理由的结构。宾格 τὰν περίμετρον 作该不定式的逻辑主语。

  3. 1εἰ γάρ κα δυῶν τριγώνων ... ἴσαι ἔωντι

    在条件句的条件从句(protasis)中,多利亚方言特有的语气词 κα(相当于雅典方言的 ἄν)伴随虚拟语气 ἔωντι(相当于雅典方言的 ὦσι),表示现在一般条件(普遍规律)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(9 处,最近 2026-11-25)
  • 2026-11-25 AI校阅 — 注 1 处
  • 2026-11-25 AI校阅 — 译文 8 处
urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:1#3