- 底本
- Archimedes. Archimedis opera omnia cum commentariis Eutocii, Volume 2. Heiberg, J. L., editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0552.tlg006.humanitext-grc1:1#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
阿基米德旨在通过几何证明,存在大到足以超过填满整个宇宙的沙粒数量的数系。作为基础,他概述了萨摩斯的阿里斯塔克斯的宇宙模型,并为地球、月球和太阳的尺寸与距离设定了自己保守的假设前提。
Ι. Οἰόνται τινές, βασιλεῦ Γέλων, τοῦ ψάμμου τὸν ἀριθμὸν ἄπειρον εἶμεν τῷ πλήθει· λέγω δὲ οὐ μόνον τοῦ περὶ Συρακούσας τε καὶ τὰν ἄλλαν Σικελίαν ὑπάρχοντος, ἀλλὰ καὶ τοῦ κατὰ πᾶσαν χώραν τάν τε οἰκημέναν καὶ τὰν ἀοίκητον. ἐντί τινες δέ, οἳ αὐτὸν ἄπειρον μὲν εἶμεν οὐχ ὑπολαμβάνοντι, μηδένα μέντοι ταλικοῦτον κατωνομασμένον ὑπάρχειν, ὅστις ὑπερβάλλει τὸ πλῆθος αὐτοῦ. οἱ δὲ οὕτως δοξαζόντες δῆλον ὡς εἰ νοήσαιεν ἐκ τοῦ ψάμμου ταλικοῦτον ὄγκον συγκείμενον τὰ μὲν ἄλλα, ἁλίκος ὁ τᾶς γᾶς ὄγκος, ἀναπεπληρωμένων δὲ ἐν αὐτῷ τῶν τε πελαγέων πάντων καὶ τῶν κοιλωμάτων τᾶς γᾶς εἰς ἴσον ὕψος τοῖς ὑψηλοτάτοις τῶν ὀρέων, πολλαπλασίως μὴ γνωσόνται1 μηδένα κα ῥηθήμεν2 ἀριθμὸν ὑπερβάλλοντα τὸ πλῆθος αὐτοῦ. ἐγὼ δὲ πειρασούμαι τοι δεικνύειν δι᾽ ἀποδειξίων γεωμετρικᾶν, αἷς παρακολουθήσεις, ὅτι τῶν ὑφ᾽ ἁμῶν κατωνομασμένων ἀριθμῶν καὶ ἐνδεδομένων ἐν τοῖς ποτὶ Ζεύξιππον γεγραμμένοις ὑπερβάλλοντί τινες οὐ μόνον τὸν ἀριθμὸν τοῦ ψάμμου τοῦ μέγεθος ἔχοντος ἴσον τᾷ γᾷ πεπληρωμένᾳ, καθάπερ εἴπαμες, ἀλλὰ καὶ τὸν τοῦ μέγεθος ἴσον ἔχοντος τῷ κόσμῳ. κατέχεις δέ, διότι καλείται κόσμος ὑπὸ μὲν τῶν πλείστων ἀστρολόγων ἁ σφαῖρα, ἇς ἐστι κέντρον μὲν τὸ τᾶς γᾶς κέντρον, ἁ δὲ ἐκ τοῦ κέντρου ἴσα τᾷ εὐθείᾳ τᾷ μεταξὺ τοῦ κέντρου τοῦ ἁλίου καὶ τοῦ κέντρου τᾶς γᾶς. ταῦτα γάρ ἐντι τὰ γραφόμενα, ὡς παρὰ τῶν ἀστρολόγων διάκουσας. Ἀρίσταρχος δὲ ὁ Σάμιος ὑποθεσίων τινων ἐξέδωκεν γραφάς, ἐν αἷς ἐκ τῶν ὑποκειμένων συμβαίνει τὸν κόσμον πολλαπλάσιον εἶμεν τοῦ νῦν εἰρημένου. ὑποτιθέται γὰρ τὰ μὲν ἀπλανέα τῶν ἄστρων καὶ τὸν ἅλιον μένειν ἀκίνητον, τὰν δὲ γᾶν περιφερέσθαι περὶ τὸν ἅλιον κατὰ κύκλου περιφέρειαν, ὅς ἐστιν ἐν μέσῳ τῷ δρόμῳ κείμενος, τὰν δὲ τῶν ἀπλανέων ἄστρων σφαῖραν περὶ τὸ αὐτὸ κέντρον τῷ ἁλίῳ κειμέναν τῷ μεγέθει ταλικαύταν εἶμεν, ὥστε τὸν κύκλον, καθ᾽ ὃν τὰν γᾶν ὑποτιθέται περιφερέσθαι, τοιαύταν ἔχειν ἀναλογίαν ποτὶ τὰν τῶν ἀπλανέων ἀποστασίαν, οἵαν ἔχει τὸ κέντρον τᾶς σφαίρας ποτὶ τὰν ἐπιφάνειαν.3 τοῦτο γ᾽ εὔδηλον ὡς ἀδύνατόν ἐστιν. ἐπεὶ γὰρ τὸ τᾶς σφαίρας κέντρον οὐδὲν ἔχει μέγεθος, οὐδὲ λόγον ἔχειν οὐδένα ποτὶ τὰν ἐπιφάνειαν τᾶς σφαίρας ὑπολαπτέον αὐτό. ἐκδεκτέον δὲ τὸν Ἀρίσταρχον διανοείσθαι τόδε· ἐπειδὴ τὰν γᾶν ὑπολαμβάνομες ὥσπερ εἶμεν τὸ κέντρον τοῦ κόσμου, ὃν ἔχει λόγον ἁ γᾶ ποτὶ τὸν ὑφ᾽ ἁμῶν εἰρημένον κόσμον, τοῦτον ἔχειν τὸν λόγον τὰν σφαῖραν, ἐν ᾇ ἐστιν ὁ κύκλος, καθ᾽ ὃν τὰν γᾶν ὑποτιθέται περιφερέσθαι, ποτὶ τὰν τῶν ἀπλανέων ἄστρων σφαῖραν. τὰς γὰρ ἀποδειξίας τῶν φαινομένων οὕτως ὑποκειμένῳ ἐναρμόζει, καὶ μάλιστα φαίνεται τὸ μέγεθος τᾶς σφαίρας, ἐν ᾇ ποιεῖται τὰν γᾶν κινουμέναν, ἴσον ὑποτιθέσθαι τῷ ὑφ᾽ ἁμῶν εἰρημένῳ κόσμῳ. φαμὲς δή, καὶ εἰ γένοιτο ἐκ τοῦ ψάμμου σφαῖρα ταλικαύτα τὸ μέγεθος, ἁλίκαν Ἀρίσταρχος ὑποτιθέται τὰν τῶν ἀπλανέων ἄστρων σφαῖραν εἶμεν, καὶ οὕτως τινὰς δειχθήσειν τῶν ἐν Ἀρχαῖς τὰν κατονομαξίαν ἐχόντων ὑπερβαλλόντας τῷ πλήθει τὸν ἀριθμὸν τὸν τοῦ ψάμμου τοῦ μέγεθος ἔχοντος ἴσον τᾷ εἰρημένᾳ σφαίρᾳ, ὑποκειμένων τῶνδε· πρῶτον μὲν τὰν περίμετρον τᾶς γᾶς εἶμεν ὡς τ΄ μυριάδων σταδίων καὶ μὴ μείζονα, καίπερ τινῶν πεπειραμένων ἀποδεικνύειν, καθὼς καὶ τὺ παρακολουθεῖς, ἐοῦσαν αὐτὰν ὡς λ΄ μυριάδων σταδίων. ἐγὼ δ᾽ ὑπερβαλλόμενος καὶ θεὶς τὸ μέγεθος τᾶς γᾶς ὡς δεκαπλάσιον τοῦ ὑπὸ τῶν προτέρων δεδοξασμένου τὰν περίμετρον αὐτᾶς ὑποτιθέμαι εἶμεν ὡς τ΄ μυριάδων σταδίων καὶ μὴ μείζονα. μετὰ δὲ τοῦτο τὰν διάμετρον τᾶς γᾶς μείζονα εἶμεν τᾶς διαμέτρου τᾶς σελήνας, καὶ τὰν διάμετρον τοῦ ἁλίου μείζονα εἶμεν τᾶς διαμέτρου τᾶς γᾶς, ὁμοίως τὰ αὐτὰ λαμβάνων τοῖς πλείστοις τῶν προτέρων ἀστρολόγων. μετὰ δὲ ταῦτα τὰν διάμετρον τοῦ ἁλίου τᾶς διαμέτρου τᾶς σελήνας ὡς τριακονταπλασίαν εἶμεν καὶ μὴ μείζονα, καίπερ τῶν προτέρων ἀστρολόγων Εὐδόξου μὲν ὡς ἐννεαπλασίονα ἀποφαινομένου, Φειδία δὲ τοῦ Ἀκούπατρος ὡς [δή] δωδεκαπλασίαν, Ἀριστάρχου δὲ πεπειραμένου δεικνύειν, ὅτι ἐστὶν ἁ διάμετρος τοῦ ἁλίου τᾶς διαμέτρου τᾶς σελήνας μείζων μὲν ἢ ὀκτωκαιδεκαπλασίων, ἐλάττων δὲ ἢ εἰκοσαπλασίων· ἐγὼ δὲ ὑπερβαλλόμενος καὶ τοῦτον, ὅπως τὸ προκείμενον ἀναμφιλόγως ᾖ δεδειγμένον, ὑποτιθέμαι τὰν διάμετρον τοῦ ἁλίου τᾶς διαμέτρου τᾶς σελήνας ὡς τριακονταπλασίαν εἶμεν καὶ μὴ μείζονα. ποτὶ δὲ τούτοις τὰν διάμετρον τοῦ ἁλίου μείζονα εἶμεν τᾶς τοῦ χιλιαγώνου πλευρᾶς τοῦ εἰς τὸν μέγιστον κύκλον ἐγγραφομένου τῶν ἐν τῷ κόσμῳ. τοῦτο δὲ ὑποτιθέμαι Ἀριστάρχου μὲν εὑρηκότος τοῦ κύκλου τῶν ζῳδίων τὸν ἅλιον φαινόμενον ὡς τὸ εἰκοστὸν καὶ ἑπτακοσιοστόν, αὐτὸς δὲ ἐπισκεψάμενος τόνδε τὸν τρόπον ἐπειράθην ὀργανικῶς λαβεῖν τὰν γωνίαν, εἰς ἂν ὁ ἅλιος ἐναρμόζει τὰν κορυφὰν ἔχουσαν ποτὶ τᾷ ὄψει.
I. 盖隆国王,有些人认为,沙子的数量在多寡上是无限的;我不仅是指叙拉古及西西里其余地区周围的沙子,而且也是指每一个地区,无论是有居民的还是无居民的。也有一些人,他们虽然不认为它是无限的,但却认为没有一个已经被命名的〔数量〕大到足以超过它的多寡。显然,那些持有这种观点的人,如果他们设想一个由沙子组成的、在其他方面大小与地球相同的球体,但其中所有的海洋和洼地都被填平到与最高的山峰一样的高度,那么他们就更要多倍地不相信有任何可以被说出的数量能够超过它的多寡。但我将试图通过几何证明向你展示,你可以跟随这些证明,在我们所命名并在给宙克西波斯的著作中给出的数量中,有一些不仅超过了大小等于我们所说的被填满的地球的沙子的数量,而且也超过了大小等于宇宙的沙子的数量。 你当然知道,大多数天文学家所说的“宇宙”是指这样一个球体,它的中心是地球的中心,而它的半径等于太阳中心与地球中心之间的直线;因为这些就是所写的内容,正如你从天文学家们那里听到的那样。但是萨摩斯的阿里斯塔克斯发表了一些包含某些假设的著作,在这些假设中,从前提中可以得出宇宙比刚才所说的要大许多倍。因为他假设恒星和太阳保持不动,而地球则沿着一个圆的圆周绕太阳旋转,该圆位于轨道的正中,而恒星的球体与太阳位于相同的中心,其大小是如此巨大,以至于他假设地球绕其旋转的圆,与恒星的距离所具有的比例,就像球体的中心与它的表面所具有的比例一样。这显然是不可能的;因为既然球体的中心没有任何大小,就必须理解它与球体的表面没有任何比例。但我们必须理解阿里斯塔克斯的意思是:正如我们认为地球是宇宙的中心一样,地球与我们所说的宇宙所具有的比例,等同于包含他假设地球绕其旋转的圆的球体,与恒星的球体所具有的比例;因为他将现象的证明适应于这样的假设,并且他似乎特别假设他使地球运动的球体的大小等于我们所说的宇宙。 因此,我们说,即使有一个由沙子组成的球体,其大小等同于阿里斯塔克斯所假设的恒星天球的大小,即便如此,也可以证明,在《原理》中具有名称的〔数量〕中,有一些在多寡上超过了大小等于上述球体的沙子的数量,在以下假设下:首先,地球的周长约为三十万斯塔迪亚且不更大,尽管正如你所知,有些人曾试图证明它约为三十万斯塔迪亚。但我远远超过这一数字,并将地球的大小设定为前人所认为的十倍,假设其周长约为三百万斯塔迪亚且不更大;在此之后,地球的直径大于月球的直径,太阳的直径大于地球的直径,采用与大多数前代天文学家相同的看法;在此之后,太阳的直径约为月球直径的三十倍且不更大,尽管在前代天文学家中,欧多克索斯表明它约为九倍,而阿库帕特罗斯之〔子〕斐迪亚斯表明它约为十二倍,阿里斯塔克斯则试图证明太阳的直径大于十八倍且小于二十倍月亮直径;但我,为了使所提出的论题毫无争议地得到证明,也超越了这一说法,假设太阳的直径约为月亮直径的三十倍且不更大;此外,太阳的直径大于内接于宇宙中最大圆的千边形的边长。我作此假设,是因为阿里斯塔克斯发现可见的太阳大约是黄道圆的七百二十分之一,而我自己也通过以下方式,试图用仪器测得太阳所容纳的、顶点在眼部的角度。
- 1δῆλον ὡς … πολλαπλασίως μὴ γνωσόνται
在主句 δῆλον ὡς 之后插入了条件从句 εἰ νοήσαιεν ...,其后是名词性从句的主动词 γνώσονται。否定词 μὴ 用于加强随后的否定(μηδένα)或强调结论,构成一个意为“显然,他们将更加多倍地确信(没有任何数量能超过它)”的强力肯定句结构。
- 1κα ῥηθήμεν
相当于多里斯方言中的 ἄν + ῥηθῆναι(不定过去时被动不定式)。此处表示潜在或可能,在否定上下文中表示“绝不可能说出任何(超过此数的)数量”。
- 1τοιαύταν ἔχειν ἀναλογίαν ... οἵαν ἔχει τὸ κέντρον τᾶς σφαίρας ποτὶ τὰν ἐπιφάνειαν
在阿里斯塔克斯的假设中,将地球公转轨道与恒星天球半径的比例,描述为等同于“球体中心之于其表面”的比例。阿基米德指出,因为无维度的中心无法与表面构成几何比例,这在几何上是不可能的;但他解释说,这必须被理解为一种尺度相似比的隐喻:即地球之于包裹它的宇宙的比例,等于该宇宙之于恒星天球的比例。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(6 处,最近 2026-11-25)
- 2026-11-25 AI校阅 — 译文 6 处
