← 阿基米德

圆的度量

§1-2

圆的面积与直角三角形及外切正方形之比

第一命题证明了圆的面积等于以半径为高、周长为底边的直角三角形的面积;第二命题证明了圆与其外切正方形的面积之比为11比14。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

α΄. Πᾶς κύκλος ἴσος ἐστὶ τριγώνῳ ὀρθογωνίῳ, οὗ ἡ μὲν ἐκ τοῦ κέντρου ἴση μιᾷ τῶν περὶ τὴν ὀρθήν, ἡ δὲ περίμετρος τῇ βάσει. Ἐχέτω1 ὁ ΑΒΓ△ κύκλος τριγώνῳ τῷ Ε, ὡς ὑπόκειται· λέγω ὅτι ἴσος ἐστίν. Εἰ γὰρ δυνατόν, ἔστω μείζων ὁ κύκλος, καὶ ἐγγεγράφθω τὸ ΑΓ τετράγωνον, καὶ τετμήσθωσαν αἱ περιφέρειαι δίχα, καὶ ἔστω τὰ τμήματα ἤδη ἐλάσσονα τῆς ὑπεροχῆς, ᾗ ὑπερέχει ὁ κύκλος τοῦ τριγώνου· τὸ εὐθύγραμμον ἄρα ἔτι τοῦ τριγώνου ἐστὶ μεῖζον. Εἰλήφθω κέντρον τὸ Ν καὶ κάθετος ἡ ΝΞ· ἐλάσσων ἄρα ἡ ΝΞ τῆς τοῦ τριγώνου πλευρᾶς. Ἔστιν δὲ καὶ ἡ περίμετρος τοῦ εὐθυγράμμου τῆς λοιπῆς2 ἐλάττων, ἐπεὶ καὶ τῆς τοῦ κύκλου περιμέτρου ἔλαττον ἄρα τὸ εὐθύγραμμον τοῦ Ε τριγώνου· ὅπερ ἄτοπον. Ἔστω δὲ ὁ κύκλος, εἰ δυνατόν, ἐλάσσων τοῦ Ε τριγώνου, καὶ περιγεγράφθω τὸ τετράγωνον, καὶ τετμήσθωσαν αἱ περιφέρειαι δίχα, καὶ ἤχθωσαν ἐφαπτόμεναι διὰ τῶν σημείων· ὀρθὴ ἄρα ἡ ὑπὸ ΟΑΡ. Ἡ ΟΡ ἄρα τῆς ΜΡ ἐστὶν μείζων· ἡ γὰρ ΡΜ τῇ ΡΑ ἴση ἐστί· καὶ τὸ ΡΟΠ τρίγωνον ἄρα τοῦ ΟΖΑΜ σχήματος μεῖζόν ἐστιν ἢ τὸ ἥμισυ. Λελείφθωσαν οἱ τῷ ΠΖΑ τομεῖ ὅμοιοι ἐλάσσους τῆς ὑπεροχῆς, ᾗ ὑπερέχει τὸ Ε τοῦ ΑΒΓ△ κύκλου· ἔτι ἄρα τὸ περιγεγραμμένον εὐθύγραμμον τοῦ Ε ἐστὶν ἔλασσον· ὅπερ ἄτοπον· ἔστιν γὰρ μεῖζον, ὅτι ἡ μὲν ΝΑ ἴση ἐστὶ τῇ καθέτῳ τοῦ τριγώνου, ἡ δὲ περίμετρος μείζων ἐστὶ τῆς βάσεως τοῦ τριγώνου. Ἴσος ἄρα ὁ κύκλος τῷ Ε τριγώνῳ.

命题一 任何圆都等于一个直角三角形,其半径等于夹直角的一边,而周长等于底边。 设圆ΑΒΓΔ与三角形Ε具有如上所述的关系;我声明它是相等的。 因为,如果可能的话,设圆较大,且内接正方形ΑΓ,并将弧二等分,且设这些弓形已经小于圆超过三角形的超出部分;因此该直线图形仍然大于三角形。设取中心为Ν,垂线为ΝΞ;因此ΝΞ小于三角形的一边。而且,直线图形的周长也小于剩余的边,因为它也小于圆的周长;因此,该直线图形小于三角形Ε;这是荒谬的。 相反,如果可能的话,设圆小于三角形Ε,且外切正方形,并将弧二等分,且通过这些点引切线;因此角ΟΑΡ是直角。因此ΟΡ大于ΜΡ;因为ΡΜ等于ΡΑ;因而三角形ΡΟΠ也大于图形ΟΖΑΜ的一半。设留下的、类似于扇形ΠΖΑ的图形小于三角形Ε超过圆ΑΒΓΔ的超出部分;因此外切的直线图形仍然小于三角形Ε;这是荒谬的;因为它其实更大,因为ΝΑ等于三角形的垂线,而周长大于三角形的底边。因此,该圆等于三角形Ε。

§2

β΄. Ὁ κύκλος πρὸς τὸ ἀπὸ τῆς διαμέτρου τετράγωνον λόγον ἔχει, ὃν ῑᾱ πρὸς ῑδ. Ἔστω κύκλος, οὗ διάμετρος ἡ ΑΒ, καὶ περιγεγράφθω τετράγωνον τὸ ΓΗ, καὶ τῆς Γ△ διπλῆ ἡ △Ε, ἕβδομον δὲ ἡ ΕΖ τῆς Γ3△. Ἐπεὶ οὖν τὸ ΑΓΕ πρὸς τὸ ΑΓ△ λόγον ἔχει, ὃν κᾱ πρὸς ζ, πρὸς δὲ τὸ ΑΕΖ τὸ ΑΓ△ λόγον ἔχει, ὃν ἑπτὰ πρὸς ἐν, τὸ ΑΓΖ πρὸς τὸ ΑΓ△ ἐστίν, ὡς κβ πρὸς ζ. Ἀλλὰ τοῦ ΑΓ△ τετραπλάσιόν ἐστι τὸ ΓΗ τετράγωνον, τὸ δὲ ΑΓ△Ζ τρίγωνον τῷ ΑΒ κύκλῳ ἴσον ἐστίν· ὁ κύκλος οὖν πρὸς τὸ ΓΗ τετράγωνον λόγον ἔχει, ὃν ῑᾱ πρὸς ιδ.

命题二 圆与其直径上的正方形之比,等于 11 比 14。 设有一圆,其直径为 ΑΒ,且在其外切正方形 ΓΗ,并设 ΔΕ 为 ΓΔ 的两倍,ΕΖ 为 ΓΔ 的七分之一。因为三角形 ΑΓΕ 与三角形 ΑΓΔ 之比等于 21 比 7,而三角形 ΑΓΔ 与三角形 ΑΕΖ 之比等于 7 比1,所以三角形 ΑΓΖ 与三角形 ΑΓΔ 之比为 22 比 7。但是,正方形 ΓΗ 是三角形 ΑΓΔ 的四倍,而图形 ΑΓΔΖ 等于圆 ΑΒ。因此,圆与正方形 ΓΗ 之比等于 11 比 14。

语法注3 条
  1. 1Ἐχέτω

    第三人称单数命令式,是几何证明中用于设定假设的公式化表达(“设为……”)。主语是 ὁ ΑΒΓ△ κύκλος,与与格 τριγώνῳ τῷ Ε 连用,表示“设圆对三角形具有[指定的关系]”。

  2. 1τῆς λοιπῆς

    比较格属格,表示与比较级 ἐλάττων 相比的对象。它是阴性单数,省略了名词 πλευρᾶς,指代前文提到的“夹直角两边中的另一边”(即三角形的底边)。

  3. 2ἕβδομον δὲ ἡ ΕΖ τῆς Γ△

    表示分数“七分之一”的形容词 ἕβδομος 与主语 ἡ ΕΖ 一致呈主格形式,并带有表示基准的属格 τῆς Γ△。表示“ΕΖ是ΓΔ的七分之一”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0552.tlg002.humanitext-grc1:1-2