← 阿庇安

伊利里亚战记

§525-527

奥古斯都攻克普罗莫纳与平定达尔马提亚

恺撒包围并攻占了达尔马提亚人的要塞普罗莫纳,击溃了特斯蒂穆斯的援军,并对擅离职守的罗马步兵大队处以什一杀。随后他烧毁西诺迪翁,并在围攻塞图伊亚时受伤后返回罗马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§525

οἱ Δαλμάται δʼ ἐξ οὗ τὰς ὑπὸ Γαβινίῳ πέντε τάξεις ἀνῃρήκεσαν καὶ τὰ σημεῖα εἰλήφεσαν, ἐπαρθέντες ἐπὶ τῷδε τὰ ὅπλα οὐκ ἀπετέθειντο1 ἔτεσιν ἤδη δέκα, ἀλλὰ καὶ τοῦ Καίσαρος ἐπιόντος αὐτοῖς συμμαχήσειν ἀλλήλοις συνετίθεντο. καὶ ἦσαν οἱ μαχιμώτατοι μυρίων καὶ δισχιλίων πλείους, ὧν στρατηγὸν Οὐέρσον αἱροῦνται. ὁ δὲ Πρωμόναν αὖθις, τὴν τῶν Λιβυρνῶν πόλιν, καταλαβὼν ὠχύρου, καὶ τἆλλα οὖσαν ἐκφυῶς ὀχυρωτάτην· ὄρειον γάρ ἐστι τὸ χωρίον, καὶ αὐτῷ περίκεινται λόφοι πάντοθεν ὀξεῖς οἷα πρίονες. ἐν μὲν δὴ τῇ πόλει τὸ πλέον ἦν, ἐν δὲ τοῖς λόφοις διέθηκεν Οὐέρσος φρούρια· καὶ πάντες ἐφεώρων τὰ Ῥωμαίων ἀφʼ ὑψηλοῦ. ὁ δὲ Καῖσαρ ἐς μὲν τὸ φανερὸν πάντας ἀπετείχιζε, λάθρᾳ δὲ τοὺς εὐτολμοτάτους ἔπεμπε ζητεῖν ἄνοδον ἐς τὸν ἀκρότατον τῶν λόφων. καὶ οἱ μέν, τῆς ὕλης αὐτοὺς ἐπικαλυπτούσης, νυκτὸς ἐμπίπτουσι τοῖς φύλαξιν εὐναζομένοις, καὶ κτείνουσιν αὐτούς, καὶ τῷ Καίσαρι κατέσεισαν ὑπὸ λύγῃ·2 ὁ δὲ τῆς τε πόλεως ἐς πεῖραν ᾔει τῷ πλέονι στρατῷ, καὶ ἐς τὸ εἰλημμένον ἄκρον ἑτέρους ἐφʼ ἑτέροις ἔπεμπεν, οἳ τοῖς ἄλλοις λόφοις ἐπικατῄεσαν. φόβος τε καὶ θόρυβος ἦν τοῖς βαρβάροις ὁμοῦ πᾶσιν ἐπιχειρουμένοις πάντοθεν· μάλιστα δὲ οἱ ἐν τοῖς λόφοις ἔδεισαν διὰ τὸ ἄνυδρον, μὴ τῶν διόδων ἀφαιρεθῶσιν. καὶ συμφεύγουσιν ἐς τὴν Πρωμόναν.

达尔马提亚人自打消灭了加比尼乌斯麾下的五个步兵大队并缴获了其军旗以来,因受此鼓舞,至今已有十年没有放下武器,甚至在恺撒向他们进军时,他们还约定互相结盟。他们之中最强悍的战士有一万二千多人,他们推选韦尔苏斯为将军。韦尔苏斯再次占领了利布尔尼亚人的城市普罗莫纳,并加固了防线,这地方在其他方面本就极其险要;因为此地多山,四周环绕着如锯齿般险峻的山丘。韦尔苏斯把主力部署在城内,而在各个山丘上设立了哨所;所有人都能居高临下地俯瞰罗马人的行动。恺撒在表面上开始修筑围墙包围所有人,暗中则派最勇敢的士兵寻找登上最高山丘的通路。士兵们在树林的掩护下,在夜间袭击了正在熟睡的守卫,将他们杀死,并在拂晓的微光中向恺撒招手示意;恺撒便率领主力军队前去试探该城,同时派一队接一队的士兵前往已被占领的山顶,他们从那里向下攻打其他山丘。蛮族在遭到四面八方的同时进攻时,陷入了极大的恐慌与混乱;尤其是山丘上的守军因缺水而感到害怕,唯恐通道被切断。于是他们一同逃入普罗莫纳。

§526

ὁ δὲ Καῖσαρ αὐτήν τε καὶ δύο λόφους, οἳ ἔτι ἐκρατοῦντο ὑπὸ τῶν πολεμίων, ὁμοῦ περιετείχιζε, τεσσαράκοντα σταδίων περίμετρον. κἀν τούτῳ Τέστιμον Δαλμάτην, στρατὸν ἕτερον ἄγοντα τοῖς ἐν Πρωμόνῃ συμμάχον, ὑπαντήσας ἐδίωκεν ἐς τὰ ὄρη, καὶ ἐφορῶντος ἔτι τοῦ Τεστίμου τὴν Πρωμόναν εἷλεν, οὔπω τῆς περιτειχίσεως τετελεσμένης. ἐκδραμόντων γὰρ τῶν ἔνδον καὶ συνελαυνομένων ὀξέως, οἱ Ῥωμαῖοι φεύγουσιν αὐτοῖς ἐς τὴν πόλιν συνεσέπεσον, καὶ τὸ τρίτον τούτων ἔνδον ἔκτειναν· οἱ λοιποὶ δʼ ἐς τὴν ἄκραν ἀνέδραμον. καὶ σπεῖρα Ῥωμαίων ἐφύλασσεν αὐτοὺς ἐπὶ τῶν πυλῶν. οἷς προσπίπτουσιν οἱ βάρβαροι νυκτὸς τετάρτης, καὶ ἐξέλιπεν ἡ σπεῖρα τὰς πύλας ὑπὸ δέους. ὁ δὲ Καῖσαρ τοὺς μὲν πολεμίους ἀνέκοψε τῆς ὁρμῆς, καὶ τῆς ἐπιούσης εἷλε παραδόντας ἑαυτούς· τὴν δὲ σπεῖραν ἣ τὸ φυλάκιον ἐξέλιπε διακληρώσας, ἐζημίωσε θανάτῳ τὸ δέκατον, καὶ λοχαγοὺς ἐπὶ τῷ δεκάτῳ δύο.3 καὶ τοῖς λοιποῖς ἐκέλευεν ἐκείνου τοῦ θέρους κριθὴν ἀντὶ σίτου τραφῆναι δίδοσθαι.

恺撒将该城以及仍由敌人控制的两座山丘一并包围起来,包围圈周长达四十斯塔迪翁。在此期间,达尔马提亚人特斯蒂穆斯率领另一支军队前来支援普罗莫纳的守军,恺撒迎击并将其赶入山中,在特斯蒂穆斯瞩目之下,围墙尚未完工时便攻占了普罗莫纳。因为城内守军冲杀出来却被迅速击退,罗马人随同溃逃的敌人一并冲入城内,在城里杀死了他们中的三分之一;其余的人逃上要塞。罗马人的一个步兵大队守在城门看管他们。在第四天夜里,蛮族向他们发起袭击,该大队因害怕而放弃了城门。但恺撒遏制了敌人的攻势,并在次日接受了他们的投降;对于放弃岗哨的步兵大队,恺撒采用抽签方式处死了十分之一的士兵,并在十分之一的基础上处死了两名百夫长。他命令其余的人在那年夏天只能配给大麦作为口粮,而不是小麦。

§527

οὕτω μὲν ἑάλω Πρωμόνα, Τέστιμος δʼ ὁρῶν διεσκέδασε τὸν στρατὸν ἑαυτοῦ, φεύγειν ἄλλους ἀλλαχοῦ· ὅθεν αὐτοὺς οὐκ ἐδύναντο οἱ Ῥωμαῖοι διώκειν ἐς πολύ, τήν τε διαίρεσιν σφῶν τὴν ἐς πολλὰ δείσαντες, καὶ τὴν ἀπειρίαν τῶν ὁδῶν καὶ τὰ ἴχνη τῆς φυγῆς συγκεχυμένα. Συνόδιον δʼ αἱροῦσι πόλιν ἐν ἀρχῇ τῆς ὕλης, ἐν ᾗ τὸν Γαβινίου στρατὸν ἐνήδρευσαν οἱ Δαλμάται περὶ φάραγγι4 βαθείᾳ καὶ ἐπιμήκει καὶ μέσῃ δύο ὀρῶν, ἔνθα καὶ τὸν Καίσαρα ἐνήδρευον. ὁ δὲ τό τε Συνόδιον ἐνέπρησε, καὶ ἐς τὰ ὄρη περιπέμψας ἄνω στρατὸν ἑκατέρωθεν αὐτῷ συμπαρομαρτεῖν, αὐτὸς ᾔει διὰ τῆς φάραγγος, κόπτων τὴν ὕλην καὶ τὰς πόλεις αἱρῶν, καὶ πάντα ἐμπιπρὰς ὅσα κατὰ τὴν ὁδὸν ᾕρει. πολιορκουμένης δὲ πόλεως Σετουΐας, ἐπῄει τις αὐτοῖς συμμαχία βαρβάρων, ἣν ὁ Καῖσαρ ὑπαντήσας ἐκώλυσεν ἐσδραμεῖν ἐς τὴν Σετουΐαν. κἀν τῷ πόνῳ τῷδε ἐπλήγη λίθῳ τὸ γόνυ, καὶ ἐς πολλὰς ἡμέρας ἐθεραπεύετο. ῥαΐσας δὲ ἐς Ῥώμην ἐπανῆλθεν, ὑπατεύσων σὺν Οὐολκατίῳ Τύλλῳ, Στατίλιον Ταῦρον ἐς τὰ λοιπὰ τοῦ πολέμου καταλιπών.

普罗莫纳就这样陷落了。特斯蒂穆斯见状便解散了自己的军队,让他们各自逃往别处;因此罗马人无法长途追击他们,因为他们既害怕自己的兵力分散成许多部分,又不熟悉道路,而且敌人的逃跑足迹杂乱无章。接着,他们占领了位于森林边缘的城市西诺迪翁,达尔马提亚人曾在此处两山之间一条深而长的大峡谷附近埋伏过加比尼乌斯的军队,当时他们也企图在此处埋伏恺撒。但恺撒烧毁了西诺迪翁,并派军队上山,在两边与他并肩前进,他自己则穿过峡谷,砍伐树林并攻占城市,沿途将所占领的一切付之一炬。在围攻塞图伊亚城时,一支蛮族援军向他们袭来,恺撒迎击并阻止了他们冲入塞图伊亚。在这次战斗中,他被石头击中膝盖,医治了许多天。痊愈后,他返回罗马,与沃尔卡提乌斯·图卢斯一同担任执政官,留下斯塔提利乌斯·陶鲁斯处理战争的残局。

语法注4 条
  1. 525τὰ ὅπλα οὐκ ἀπετέθειντο

    译为“没有放下武器”,动词 ἀποτίθημι 的中相(此处为过去完成时),字面意思是“没有放下他们自己的武器”,表明他们主动拒绝解除武装。

  2. 525ὑπὸ λύγῃ

    意为“在拂晓的微光中”。名词 λύγη 指“微光”或“黑暗”,结合前文夜袭(νυκτὸς ἐμπίπτουσι)的语境,此处指天亮前黎明时分的微光。

  3. 526ἐπὶ τῷ δεκάτῳ δύο

    可理解为“在十分之一的基础上增加两名”或“每十人中处死两名的比例”。根据上下文,这意味着该步兵大队的十分之一士兵被处死,且在这十分之一(或整个大队)中,还有两名百夫长(λοχαγοί)亦被处死。

  4. 527περὶ φάραγγι

    介词 περί 后接与格,意为“在……附近”或“在……周围”,描述了设伏的具体地理环境。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0551.tlg012.humanitext-grc2:525-527