← 波利比奥斯

历史

§9.36.1-9.36.12

安提柯的恩惠与同马其顿结盟的劝告

演说者回顾了安提柯的巨大恩惠:他在击败斯巴达后,不仅驱逐了僭主,还恢复了其传统的法律。基于此,演说者主张斯巴达应当与马其顿人而非埃托利亚人结盟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.36.1

περὶ δὲ τῶν κατʼ Ἀντίγονον ἕως τούτου βούλομαι ποιήσασθαι τὴν μνήμην, [ἕως] τοῦ μὴ δόξαι1 καταφρονεῖν τῶν γεγονότων μηδʼ ἐν παρέργῳ τίθεσθαι τὴν τηλικαύτην πρᾶξιν.

关于安提柯的事迹,我只想提及到此为止,以免显得轻视过去发生的事情,也不至于把如此伟大的功绩视为无足轻重。

§9.36.2

ἔγωγʼ εὐεργεσίαν μείζω τῆς ὑπʼ Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐδʼ ἱστορεῖσθαι νομίζω· δοκεῖ γὰρ ἔμοιγε μηδʼ ὑπερβολὴν ἐπιδέχεσθαι τὸ γεγονός.

我个人认为,历史上甚至没有记载过比安提柯施予你们的更大的恩惠;因为在我看来,这一事件甚至不容许任何夸张。

§9.36.3

γνοίη δʼ ἄν τις ἐκ τούτων. ἐπολέμησε πρὸς ὑμᾶς Ἀντίγονος, καὶ μετὰ ταῦτα παραταξάμενος ἐνίκησε· διὰ τῶν ὅπλων ἐγένετο κύριος τῆς χώρας ἅμα καὶ τῆς πόλεως.

人们可以从以下事实中了解到这一点。安提柯曾对你们作战,在此之后,他列阵击败了你们;凭借武力,他同时成为了你们领土和城市的主宰。

§9.36.4

ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου·2 τοσοῦτον ἀπέσχε τοῦ πρᾶξαί τι καθʼ ὑμῶν δεινόν, ὡς πρὸς τοῖς ἄλλοις ἐκβαλὼν τὸν τύραννον καὶ τοὺς νόμους καὶ τὸ πάτριον ὑμῖν ἀποκατέστησε3 πολίτευμα.

他本可以行使战争的权利;但他非但没有对你们做出任何可怕的事情,反而除其他事物外,在驱逐了僭主之后,还恢复了你们的法律和祖传的政体。

§9.36.5

ἀνθʼ ὧν ὑμεῖς ἐν ταῖς κοιναῖς πανηγύρεσι μάρτυρας ποιησάμενοι τοὺς Ἕλληνας εὐεργέτην ἑαυτῶν καὶ σωτῆρα τὸν Ἀντίγονον ἀνεκηρύξατε.

作为回报,你们在公共节日里以希腊人为证,宣布安提柯为你们的恩人和救星。

§9.36.6

τί οὖν ἐχρῆν ποιεῖν ὑμᾶς; ἐρῶ γὰρ τὸ φαινόμενον, ἄνδρες. ὑμεῖς δʼ ἀνέξεσθε· ποιήσω γὰρ τοῦτο νῦν οὐκ ἀπροσλόγως ὀνειδίσαι βουλόμενος ὑμῖν, ἀλλʼ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως ἀναγκαζόμενος ἐπὶ τῷ κοινῇ συμφέροντι.

那么,你们本该怎么做呢?诸位,我将说出显而易见的事,而你们且请容忍;因为我如今做这件事,并非出于无端指责你们的意图,而是迫于局势,为了共同的利益。

§9.36.7

τί δὴ μέλλω λέγειν; ὅτι καὶ κατὰ τὸν προγεγονότα πόλεμον οὐκ Αἰτωλοῖς, ἀλλὰ Μακεδόσιν ἔδει συμμαχεῖν ὑμᾶς, καὶ νῦν παρακαλουμένους Φιλίππῳ μᾶλλον ἢ τούτοις ἑαυτοὺς προσνέμειν.

我究竟想说什么呢?那就是,不仅在之前的战争中,你们就本该与马其顿人而不是埃托利亚人结盟,而且现在,当受到邀请时,你们应当依附于腓力,而不是这些人。

§9.36.8

νὴ Δίʼ, ἀλλὰ παραβήσεσθε τὰς συνθήκας·

“但是,指宙斯起誓,你们这样会违反条约的!”

§9.36.9

καὶ πότερα δεινότερον ἂν ποιήσαιτε, τὰ κατʼ ἰδίαν πρὸς Αἰτωλοὺς ὑμῖν συγκείμενα δίκαια παριδόντες ἢ4 τὰ πάντων τῶν Ἑλλήνων ἐναντίον ἐν στήλῃ γεγονότα καὶ καθιερωμένα;

那么,哪一种做法会更可怕呢?是忽视你们与埃托利亚人私下协定的权利,还是无视在全体希腊人面前刻在石碑上并被神圣化的条约?

§9.36.10

πῶς δὲ τούτους ἀθετεῖν εὐλαβεῖσθε, παρʼ ὧν οὐδεμίαν προειλήφατε χάριν, Φίλιππον δὲ καὶ Μακεδόνας οὐκ ἐντρέπεσθε, διʼ οὓς ἔχετε καὶ τοῦ νῦν βουλεύεσθαι τὴν ἐξουσίαν;

你们怎么会一方面小心翼翼不敢违背那些你们未曾获得其任何先期恩惠的人,另一方面却对腓力和马其顿人毫无敬畏,而正是因为他们,你们如今才拥有商议的权力?

§9.36.11

ἢ τὸ μὲν τοῖς φίλοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε;

难道你们认为,对朋友行不义是不应该的,而必须对他们行正义吗?

§9.36.12

καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν· ὃ νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες.

况且,履行书面誓约的虔敬程度,远不及与拯救过你们的人交战的不虔敬程度;而这恰恰是埃托利亚人现在来到这里要求你们做的事。

语法注4 条
  1. 9.36.1τοῦ μὴ δόξαι

    带有否定词 μὴ 的属格不定式表示目的(“为了不显得”)。无论是否保留括号中的 [ἕως],此属格短语都起到表示意图的作用。

  2. 9.36.4ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου

    ὤφειλε 是 ὀφείλω(应当、有义务)的未完成过去时,在此处表示安提柯作为战胜者本可合理行使的权利(“他本可以行使战争的权利”)。主语是安提柯。

  3. 9.36.4τοσοῦτον ἀπέσχε ... ὡς ... ἀποκατέστησε

    τοσοῦτον ἀπέσχε ... ὡς ... 句型,表示“非但没有……反而……”的强烈对比。ὡς 引导的从句使用直说法语气过去时(ἀποκατέστησε),表明实际发生的结果。

  4. 9.36.9πότερα ... ἢ ...

    构成双重选择疑问句的连词(“是……还是……”)。它对比了违反与埃托利亚人私下的协定和违反在全体希腊人面前神圣化的公开条约,以此强调后者的严重性。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.36.1-9.36.12