- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.6.1-8.6.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
阿基米德设计的“铁爪”等防御器械将罗马战船吊起并倾覆,造成毁灭性打击。罗马将领马尔库斯带着自嘲的幽默撤军,海上围攻战宣告失败。
καὶ τοὺς ἐν αὐτῇ κινδυνεύειν ὁλοσχερῶς.1 τινά τε τῶν μηχανημάτων πάλιν ἐπὶ τοὺς ἐφορμῶντας καὶ προβεβλημένους γέρρα καὶ διὰ τούτων ἠσφαλισμένους πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν διὰ τοῦ τείχους φερομένων βελῶν, ἠφίει μὲν καὶ λίθους συμμέτρους πρὸς τὸ φεύγειν ἐκ τῆς πρώρρας τοὺς ἀγωνιζομένους,2 ἅμα δὲ καὶ καθίει χεῖρα σιδηρᾶν ἐξ ἁλύσεως δεδεμένην, ᾗ δραξάμενος ὁ τὴν κεραίαν οἰακίζων ὅθεν ἐπιλάβοιτο τῆς πρώρρας,3 κατῆγε τὴν πτέρναν τῆς μηχανῆς ἐντὸς τοῦ τείχους.
并且使船上的人也完全陷入了致命的危险之中。此外,有些器械转而针对那些发起冲锋、并高举柳条盾作为防卫的人,他们凭借这些盾牌确信自己不会受到从城墙孔洞射出的任何投射物的伤害;器械朝他们投掷大小适中的巨石,以迫使在船头战斗的人逃离该处;与此同时,他还放下一只用铁链绑着的铁爪,操纵悬臂的人用铁爪抓住能钩住的船头部位,然后在城墙内侧拉下该器械的尾部。
ὅτε δὲ κουφίζων τὴν πρῶρραν ὀρθὸν ποιήσειε τὸ σκάφος ἐπὶ πρύμναν, τὰς μὲν πτέρνας τῶν ὀργάνων εἰς ἀκίνητον καθῆπτε, τὴν δὲ χεῖρα καὶ τὴν ἅλυσιν ἐκ τῆς μηχανῆς ἐξέρραινε διά τινος σχαστηρίας.
接着,当他抬起船头、使船只以船尾为底直立起来时,便将器械的尾部固定使其无法动弹,并通过某种释放装置突然将铁爪和铁链从器械上脱开。
οὗ γινομένου τινὰ μὲν τῶν πλοίων πλάγια κατέπιπτε, τινὰ δὲ καὶ κατεστρέφετο, τὰ δὲ πλεῖστα τῆς πρώρρας ἀφʼ ὕψους ῥιφθείσης βαπτιζόμενα πλήρη θαλάττης ἐγίνετο καὶ ταραχῆς.
这一举动发生后,有些船只侧翻坠落,有些甚至倾覆,而大多数船只由于船头从高处被重重摔下而没入水中,灌满了海水,陷入一片混乱。
Μάρκος δὲ δυσχρηστούμενος ἐπὶ τοῖς ἀπαντωμένοις ὑπʼ Ἀρχιμήδους, καὶ θεωρῶν μετὰ βλάβης καὶ χλευασμοῦ τοὺς ἔνδον ἀποτριβομένους αὑτοῦ τὰς ἐπιβολάς, δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον, ὅμως δʼ ἐπισκώπτων τὰς αὑτοῦ πράξεις ἔφη ταῖς μὲν ναυσὶν αὐτοῦ κυαθίζειν ἐκ θαλάττης Ἀρχιμήδη,4 τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκσπόνδους μετʼ αἰσχύνης ἐκπεπτωκέναι.
马尔库斯对阿基米德所带来的这些阻碍感到束手无策,且看着城内的人在给自己造成损失和嘲笑的同时,将自己的进攻企图一一挫败,他虽然对眼前发生的事感到沮丧,但仍自我解嘲地调侃自己的处境说,阿基米德正在用勺子从海里舀起他的船只,而他的桑布卡就像是在宴会上被棒打出来的驱逐之客,带着耻辱被扫地出门。
καὶ τῆς μὲν κατὰ θάλατταν πολιορκίας τοιοῦτον ἀπέβη τὸ τέλος.
海上围攻战的结局便是如此。
- 8.6.1καὶ τοὺς ἐν αὐτῇ κινδυνεύειν ὁλοσχερῶς.
承接前一节(§8.5.11)中无人称动词 συνέβαινε(结果是……)所引导的“宾格加不定式”结构,其中 τοὺς ἐν αὐτῇ(船上的人)是不定式 κινδυνεύειν 的逻辑主语。
- 8.6.1πρὸς τὸ φεύγειν ἐκ τῆς πρώρρας τοὺς ἀγωνιζομένους
介词 πρός 与带冠词的不定式 τὸ φεύγειν 连用,表示目的(为了让……逃离)。对格的 τοὺς ἀγωνιζομένους(战斗的人)是不定式的逻辑主语。
- 8.6.2ᾗ δραξάμενος ὁ τὴν κεραίαν οἰακίζων ὅθεν ἐπιλάβοιτο τῆς πρώρρας
关系代词 ᾗ(与格阴性单数)修饰分词 δραξάμενος(抓住),表示工具或手段。ὅθεν 引导的从句中的希求语气 ἐπιλάβοιτο(支配属格 τῆς πρώρρας)表示过去重复发生或假设性的动作(“无论在何处能钩住”)。
- 8.6.6ταῖς μὲν ναυσὶν αὐτοῦ κυαθίζειν ἐκ θαλάττης Ἀρχιμήδη
由主动词 ἔφη(说)引导的间接引语“宾格加不定式”结构。对格的 Ἀρχιμήδη 是逻辑主语,κυαθίζειν(用勺舀出)是不定式。
