← 波利比奥斯

历史

§7.11.1-7.11.12

腓力五世的性情转变与统治变迁

波利比乌斯暂停叙述,回顾了马其顿国王腓力五世的生涯,指出他最初因高尚的统治而深受全希腊人的爱戴,但以在美塞尼亚的行动为转折点,急剧转向了恶劣的统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11.1

ἐγὼ δὲ κατὰ τὸ παρὸν ἐπιστήσας τὴν διήγησιν βραχέα βούλομαι διαλεχθῆναι περὶ Φιλίππου, διὰ τὸ ταύτην τὴν ἀρχὴν γενέσθαι τῆς εἰς τοὔμπαλιν μεταβολῆς αὐτοῦ καὶ τῆς ἐπὶ χεῖρον ὁρμῆς καὶ μεταθέσεως.

至于我,在目前暂停叙述,想要简短地谈谈腓力,因为这是他转向相反方向、以及他滑向更糟境地与转变的开始。

§7.11.2

δοκεῖ γάρ μοι τοῖς καὶ κατὰ βραχὺ βουλομένοις τῶν πραγματικῶν ἀνδρῶν1 περιποιεῖσθαι τὴν ἐκ τῆς ἱστορίας διόρθωσιν ἐναργέστατον εἶναι τοῦτο παράδειγμα.

因为在我看来,对于那些希望在微小程度上从历史中获得借鉴的务实人士来说,这是一个最显而易见的范例。

§7.11.3

καὶ γὰρ διὰ τὸ τῆς ἀρχῆς ἐπιφανὲς καὶ διὰ τὸ τῆς φύσεως λαμπρὸν ἐκφανεστάτας συμβαίνει καὶ γνωριμωτάτας γεγονέναι πᾶσι τοῖς Ἕλλησι τὰς εἰς ἑκάτερον τὸ μέρος ὁρμὰς τοῦ βασιλέως τούτου, παραπλησίως δὲ καὶ τὰ συνεξακολουθήσαντα ταῖς ὁρμαῖς ἑκατέραις ἐκ παραθέσεως.

因为由于他地位的显赫和天资的卓越,这位国王向任何一个方向的倾倒,对所有希腊人来说都已变得最明显、最广为人知,同样,通过对比,伴随这两种倾向而来的后果也是如此。

§7.11.4

ὅτι μὲν οὖν αὐτῷ μετὰ τὸ παραλαβεῖν τὴν βασιλείαν τά τε κατὰ Θετταλίαν καὶ Μακεδονίαν καὶ συλλήβδην τὰ κατὰ τὴν ἰδίαν ἀρχὴν οὕτως ὑπετέτακτο καὶ συνέκλινε ταῖς εὐνοίαις ὡς οὐδενὶ τῶν πρότερον βασιλέων, καίτοι νέῳ ὄντι παραλαβόντι τὴν Μακεδόνων δυναστείαν, εὐχερὲς καταμαθεῖν ἐκ τούτων.

那么,在他继承王位之后,色萨利和马其顿的事态,简而言之,他自己统治领地的事态,对他如此顺从,且在好意上倾向于他,是以前任何一位国王都不曾享有的,尽管他继承马其顿人统治权时还很年轻,但这很容易从以下的事实中看出来。

§7.11.5

συνεχέστατα γὰρ αὐτοῦ περισπασθέντος ἐκ Μακεδονίας διὰ τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους πόλεμον, οὐχ οἷον ἐστασίασέ τι τῶν προειρημένων ἐθνῶν, ἀλλʼ οὐδὲ τῶν περιοικούντων ἐτόλμησε βαρβάρων οὐδεὶς ἅψασθαι τῆς Μακεδονίας.

因为,尽管他因与埃托利亚人和拉刻代蒙人的战争而频繁离开马其顿,但上述各民族不仅没有发生任何叛乱,甚至连周边的野蛮人也没有一个敢动马其顿一兵一卒。

§7.11.6

καὶ μὴν περὶ τῆς Ἀλεξάνδρου καὶ Χρυσογόνου καὶ τῶν ἄλλων φίλων εὐνοίας καὶ προθυμίας εἰς αὐτὸν οὐδʼ ἂν εἰπεῖν τις δύναιτʼ ἀξίως. τὴν δὲ Πελοποννησίων καὶ Βοιωτῶν,2 ἅμα δὲ τούτοις Ἠπειρωτῶν, Ἀκαρνάνων, ὅσων ἑκάστοις ἀγαθῶν ἐν βραχεῖ χρόνῳ παραίτιος ἐγένετο.

况且,关于亚历山大、克里索戈诺斯以及其他朋友对他的一片好意与热忱,任何人也无法用相称的言辞来表达。另一方面,关于伯罗奔尼撒人和波奥蒂亚人的(好意与热忱),以及与他们在一起的伊庇鲁斯人、阿卡纳尼亚人,他在短时间内成为他们各自获得多少福祉的原因!

§7.11.8

καθόλου γε μήν, εἰ δεῖ μικρὸν ὑπερβολικώτερον εἰπεῖν, οἰκειότατʼ ἂν οἶμαι περὶ Φιλίππου τοῦτο ῥηθῆναι, διότι κοινός τις οἷον ἐρώμενος ἐγένετο τῶν Ἑλλήνων διὰ τὸ τῆς αἱρέσεως εὐεργετικόν.

但总的来说,如果要说得稍微有些夸张的话,我想关于腓力最贴切的说法应该是:由于他的政策具有恩惠性,他成了希腊人共同的宠儿。

§7.11.9

ἐκφανέστατον δὲ καὶ μέγιστον δεῖγμα περὶ τοῦ τί δύναται προαίρεσις καλοκἀγαθικὴ καὶ πίστις, τὸ πάντας Κρηταιεῖς συμφρονήσαντας καὶ τῆς αὐτῆς μετασχόντας συμμαχίας ἕνα προστάτην ἑλέσθαι τῆς νήσου Φίλιππον, καὶ ταῦτα συντελεσθῆναι χωρὶς ὅπλων καὶ κινδύνων, ὃ πρότερον οὐ ῥᾳδίως ἂν εὕροι τις γεγονός.

而关于高尚的政策与信义能发挥何等力量的最明显且最大的证据是,所有克里特人达成一致,加入了同一个联盟,并选举腓力为该岛唯一的保护者,而且这是在没有动用武器和危险的情况下完成的,这在以前人们是很难发现发生过的事情。

§7.11.10

ἀπὸ τοίνυν τῶν κατὰ Μεσσηνίους ἐπιτελεσθέντων ἅπαντα τὴν ἐναντίαν ἐλάμβανε διάθεσιν αὐτῷ· καὶ τοῦτο συνέβαινε κατὰ λόγον·

因此,从对美塞尼亚人所采取的行动之后,一切事情对他来说都呈现出相反的态势;而这也是理所当然的。

§7.11.11

τραπεὶς γὰρ ἐπὶ τὴν ἀντικειμένην προαίρεσιν τῇ πρόσθεν, καὶ ταύτῃ προστιθεὶς ἀεὶ τἀκόλουθον, ἔμελλε καὶ τὰς τῶν ἄλλων διαλήψεις περὶ αὑτοῦ τρέψειν εἰς τἀναντία καὶ ταῖς τῶν πραγμάτων συντελείαις ἐγκυρήσειν ἐναντίαις ἢ πρότερον.

因为他转向了与先前相反的政策,并在这项政策上不断加上随之而来的举措,他必然也会使他人对自己的看法转向相反的方向,并遭遇与以前相反的事情结局。

§7.11.12

ὃ καὶ συνέβη γενέσθαι.3 δῆλον δὲ τοῦτʼ ἔσται τοῖς προσέχουσιν ἐπιμελῶς διὰ τῶν ἑξῆς ῥηθησομένων πράξεων.

事实也确是如此。对于通过随后将要叙述的事件进行仔细留意的人来说,这将是显而易见的。

语法注3 条
  1. 7.11.2τῶν πραγματικῶν ἀνδρῶν

    此处的属格为限定分词 βουλομένοις 的部分属格(partitive genitive),意为“在务实的人当中,那些希望从历史中获得借鉴的人”。虽然也可以解释为不定式 περιποιεῖσθαι 的逻辑主语,但前者更符合上下文语境。

  2. 7.11.6τὴν δὲ Πελοποννησίων καὶ Βοιωτῶν

    此处的单数阴性宾格冠词 τὴν 承接前句的 εὐνοίας καὶ προθυμίας。该句在语法上不完整(存在省略或文本残缺),并在过渡到 §7.11.7 的关系从句时,将焦点转移到了他们所受到的恩惠上。

  3. 7.11.12ὃ καὶ συνέβη γενέσθαι

    关系代名词 ὅ 指代前句的整个内容(即他将遭遇声誉逆转和事情结局相反的预测)。συνέβη 作为无人称动词,与不定式 γενέσθαι 连用,表示“这确实发生了”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.11.1-7.11.12