- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.4.1-6.4.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
波利比乌斯定义了六种政体:王政、贵族政、民主政以及它们相对应的蜕变形式(君主政、寡头政和暴民政)。他阐明了这些政体之间自然循环转变的过程,并指出理解这一过程对于分析罗马政体的产生与成长至关重要。
δημοκρατίας.1 ὅτι δʼ ἀληθές ἐστι τὸ λεγόμενον ἐκ τούτων συμφανές.
民主政体。从以下的事情中可以清楚看出我所说的是真实的。
οὔτε γὰρ πᾶσαν δήπου μοναρχίαν εὐθέως βασιλείαν ῥητέον, ἀλλὰ μόνην τὴν ἐξ ἑκόντων συγχωρουμένην καὶ τῇ γνώμῃ τὸ πλεῖον ἢ φόβῳ καὶ βίᾳ κυβερνωμένην· οὐδὲ μὴν πᾶσαν ὀλιγαρχίαν ἀριστοκρατίαν νομιστέον, ἀλλὰ ταύτην, ἥτις ἂν κατʼ ἐκλογὴν ὑπὸ τῶν δικαιοτάτων καὶ φρονιμωτάτων ἀνδρῶν βραβεύηται.
因为我们决不能把所有的君主政体都立刻称为王政,而只能称呼那自愿被接受、且更多是由理性而非恐惧和暴力统治的政体;同样,我们也不能把所有的寡头政体都视为贵族政体,而只能视那由选举产生的、最公正和最明智的人所支配的政体为贵族政体。
παραπλησίως οὐδὲ δημοκρατίαν,2 ἐν ᾗ πᾶν πλῆθος κύριόν ἐστι ποιεῖν ὅ, τι ποτʼ ἂν αὐτὸ βουληθῇ καὶ πρόθηται παρὰ δʼ ᾧ πάτριόν ἐστι καὶ σύνηθες θεοὺς σέβεσθαι, γονεῖς θεραπεύειν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πείθεσθαι, παρὰ τοῖς τοιούτοις συστήμασιν ὅταν τὸ τοῖς πλείοσι δόξαν νικᾷ, τοῦτο καλεῖν δεῖ δημοκρατίαν. διὸ καὶ γένη μὲν ἓξ εἶναι ῥητέον πολιτειῶν, τρία μὲν ἃ πάντες θρυλοῦσι καὶ νῦν προείρηται, τρία δὲ τὰ τούτοις συμφυῆ, λέγω δὲ μοναρχίαν, ὀλιγαρχίαν, ὀχλοκρατίαν.
同样地,我们也不能把那所有群众都拥有权力去做任何他们想要和打算做的事情的国制[视为]民主政体;但在那尊崇神明、孝敬父母、敬重长者、服从法律已成为祖传和习惯的地方,当在这种社会群体中多数人的意见占优势时,我们必须将此称为民主政体。因此,我们必须说政体有六种,其中三种是众人常说的、且刚才已经提到过的,另外三种是与它们自然相伴的,即君主政体、寡头政体和暴民政体。
πρώτη μὲν οὖν ἀκατασκεύως καὶ φυσικῶς συνίσταται μοναρχία,3 ταύτῃ δʼ ἕπεται καὶ ἐκ ταύτης γεννᾶται μετὰ κατασκευῆς καὶ διορθώσεως βασιλεία.
首先,未经规划且自然而然地形成了君主政体,随之而来、并由此通过规划与修正而产生了王政。
μεταβαλλούσης δὲ ταύτης εἰς τὰ συμφυῆ κακά, λέγω δʼ εἰς τυραννίδʼ, αὖθις ἐκ τῆς τούτων καταλύσεως ἀριστοκρατία φύεται.
当王政转变为其固有的恶,也就是僭主政体时,接着,通过对这些僭主的推翻,贵族政体便应运而生。
καὶ μὴν ταύτης εἰς ὀλιγαρχίαν ἐκτραπείσης κατὰ φύσιν, τοῦ δὲ πλήθους ὀργῇ μετελθόντος τὰς τῶν προεστώτων ἀδικίας, γεννᾶται δῆμος.
同样,当贵族政体自然地转向寡头政体,且群众因愤怒而清算统治者的不义时,民主政体就诞生了。
ἐκ δὲ τῆς τούτου πάλιν ὕβρεως καὶ παρανομίας ἀποπληροῦται σὺν χρόνοις ὀχλοκρατία.
接着,由于民主政体的骄横与无法无天,随着时间的推移,暴民政体得以形成。
γνοίη δʼ ἄν τις σαφέστατα περὶ τούτων ὡς ἀληθῶς ἐστιν οἷα δὴ νῦν εἶπον, ἐπὶ τὰς ἑκάστων κατὰ φύσιν ἀρχὰς καὶ γενέσεις καὶ μεταβολὰς ἐπιστήσας.
如果一个人能将注意力集中在每种政体自然的发展起点、产生和演变上,他就能最清晰地明白,关于这些事情,确实如我刚才所说的那样。
ὁ γὰρ συνιδὼν ἕκαστον αὐτῶν ὡς φύεται, μόνος ἂν οὗτος δύναιτο συνιδεῖν καὶ τὴν αὔξησιν καὶ τὴν ἀκμὴν καὶ τὴν μεταβολὴν ἑκάστων καὶ τὸ τέλος, πότε καὶ πῶς καὶ ποῦ καταντήσει πάλιν·
因为只有洞察了它们每一种是如何产生的人,才能够看清它们每一种的成长、鼎盛、转变和终结,以及它们何时、如何、又在何处再次归于终点。
μάλιστα δʼ ἐπὶ τῆς Ῥωμαίων πολιτείας τοῦτον ἁρμόσειν τὸν τρόπον ὑπείληφα τῆς ἐξηγήσεως διὰ τὸ κατὰ φύσιν αὐτὴν ἀπʼ ἀρχῆς εἰληφέναι τήν τε σύστασιν καὶ τὴν αὔξησιν.
我认为,这种解释方法最适合应用于罗马政体,因为罗马政体从一开始就以自然的方式经历了其建立和成长。
- 6.4.1δημοκρατίας
此属格形式接续前一节 6.3.12 中的 'ὁ δʼ αὐτὸς λόγος καὶ περὶ'(关于……也是同样的道理),受前置词 περί 的支配。
- 6.4.4οὐδὲ δημοκρατίαν
这里省略了前文 6.4.2 中的 'ῥητέον'(应当称为)或 6.4.3 中的 'νομιστέον'(应当视为)等表示必然性的动词性形容词,需根据上下文补充理解为“也不应把……视为民主政体”。
- 6.4.7μοναρχία
波利比乌斯在此处使用 'μοναρχία' 来指代最初、未经人工规划而自然产生的单人统治阶段,并将其与经过规划和整顿而建立的 'βασιλεία'(王政)相区别。这与该词通常泛指“君主政体”的用法有所不同。
