← 波利比奥斯

历史

§6.37.1-6.37.13

罗马军队的军纪处分与笞杀之刑

作者详细介绍了罗马军队中名为笞刑(fustuarium)的严酷惩罚程序,并阐明了其他违反纪律或懦弱的行为是如何受到严厉惩罚和唾弃的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.37.1

τοὔγκλημα.1 καθίσαντος δὲ παραχρῆμα συνεδρίου τῶν χιλιάρχων κρίνεται, κἂν καταδικασθῇ, ξυλοκοπεῖται.

指控[被这样处理]。军事护民官们当即召集会议进行审判,如果被判有罪,便处以笞刑。

§6.37.2

τὸ δὲ τῆς ξυλοκοπίας ἐστὶ τοιοῦτον. λαβὼν ξύλον ὁ χιλίαρχος τούτῳ τοῦ κατακριθέντος οἷον ἥψατο μόνον, οὗ γενομένου πάντες οἱ τοῦ στρατοπέδου τύπτοντες τοῖς ξύλοις καὶ τοῖς λίθοις τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ στρατοπεδείᾳ καταβάλλουσι, τοῖς δʼ ἐκπεσεῖν δυναμένοις οὐδʼ ὣς ὑπάρχει σωτηρία· πῶς γάρ; οἷς οὔτʼ εἰς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανελθεῖν ἔξεστιν οὔτε τῶν ἀναγκαίων2 οὐδεὶς ἂν οἰκίᾳ τολμήσειε δέξασθαι τὸν τοιοῦτον. διὸ τελείως οἱ περιπεσόντες ἅπαξ τοιαύτῃ συμφορᾷ καταφθείρονται.

笞刑的惩罚如下:军事护民官拿过一根木棒,用它轻轻触碰一下被判有罪的人;随后,营地里的所有士兵都用木棒和石头击打他,大多数人在营地内部就被当场打死。即使是那些得以逃脱的人,也毫无生还的可能。为什么呢?因为他们不仅不被允许回到自己的祖国,而且亲属中也没有任何人敢于将这样的人收留在家中。因此,一旦陷入这种不幸,他们便彻底毁灭了。

§6.37.5

τὸ δʼ αὐτὸ πάσχειν ὀφείλει τοῖς προειρημένοις3 ὅ τʼ οὐραγὸς καὶ [ὁ] τῆς ἴλης ἡγεμών, ἐὰν μὴ παραγγείλωσιν, ὁ μὲν τοῖς ἐφόδοις, ὁ δὲ τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι, τὸ δέον ἐν τῷ καθήκοντι καιρῷ.

如果后卫长官和骑兵队长未能在合适的时间传达应有的指示——前者传达给巡逻者,后者传达给相邻骑兵队的队长,他们也应当遭受与上述人员相同的惩罚。

§6.37.6

διόπερ οὕτως ἰσχυρᾶς οὔσης καὶ ἀπαραιτήτου τῆς τιμωρίας ἀδιάπτωτα γίνεται παρʼ αὐτοῖς τὰ κατὰ τὰς νυκτερινὰς φυλακάς.

因此,由于惩罚如此严厉且毫不宽恕,在他们之中,夜间哨所的执勤得以万无一失地进行。

§6.37.7

δεῖ δὲ προσέχειν τοὺς μὲν στρατιώτας τοῖς χιλιάρχοις, τούτους δʼ ἔτι τοῖς ὑπάτοις.

士兵必须顺从军事护民官,而军事护民官则必须顺从执政官。

§6.37.8

κύριος δʼ ἐστὶ καὶ ζημιῶν ὁ χιλίαρχος καὶ ἐνεχυράζων καὶ μαστιγῶν, τοὺς δὲ συμμάχους οἱ πραίφεκτοι.

军事护民官有权课以罚款、扣留担保品以及进行鞭笞,而同盟军长官对同盟军也拥有同样的权力。

§6.37.9

ξυλοκοπεῖται δὲ καὶ πᾶς ὁ κλέψας τι τῶν ἐκ τοῦ στρατοπέδου, καὶ μὴν ὁ μαρτυρήσας ψευδῆ παραπλησίως, κἄν τις τῶν ἐν ἀκμῇ παραχρησάμενος4 εὑρεθῇ τῷ σώματι, πρὸς δὲ τούτοις ὁ τρὶς περὶ τῆς αὐτῆς αἰτίας ζημιωθείς.

凡是从营地中偷窃物品者、同样作伪证者,以及任何被发现在青春年华滥用其身体者,此外还有因同一原因被处罚三次者,都要被处以笞刑。

§6.37.10

ταῦτα μὲν οὖν ὡς ἀδικήματα κολάζουσιν· εἰς δʼ ἀνανδρίαν τιθέασι καὶ στρατιωτικὴν αἰσχύνην τὰ τοιαῦτα τῶν ἐγκλημάτων, ἐάν τινες ψευδῆ περὶ αὑτῶν ἀνδραγαθίαν ἀπαγγείλωσι τοῖς χιλιάρχοις ἕνεκεν τοῦ τιμὰς λαβεῖν, ὁμοίως ἄν τινες εἰς ἐφεδρείαν ταχθέντες φόβου χάριν λίπωσι τὸν δοθέντα τόπον, παραπλησίως ἐάν τις ἀπορρίψῃ τι τῶν ὅπλων κατʼ αὐτὸν τὸν κίνδυνον διὰ φόβον.

这些事情他们是作为犯罪来惩处的;但他们将以下罪行归入懦怯和军人耻辱之列:如果有人为了获得荣誉,向军事护民官虚报自己的英勇事迹;同样,如果有人被部署在预备队中,却因恐惧而擅离给定的岗位;或者类似地,如果有人在危险之中因恐惧而丢弃武器。

§6.37.12

διὸ καί τινες μὲν ἐν ταῖς ἐφεδρείαις προδήλως ἀπόλλυνται, πολλαπλασίων αὐτοῖς ἐπιγινομένων οὐ θέλοντες λιπεῖν τὴν τάξιν, δεδιότες τὴν οἰκείαν τιμωρίαν· ἔνιοι δὲ κατʼ αὐτὸν τὸν κίνδυνον ἐκβαλόντες θυρεὸν ἢ μάχαιραν ἤ τι τῶν ἄλλων ὅπλων παραλόγως ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πολεμίους, ἢ κυριεύειν ἐλπίζοντες ὧν ἀπέβαλον ἢ παθόντες τι τὴν πρόδηλον αἰσχύνην διαφεύξεσθαι καὶ τὴν τῶν οἰκείων ὕβριν.

因此,有些在预备队中的人即使面对数倍于己的敌人,也不愿离开岗位,因为害怕国内的惩罚,从而显然白白送命;而另一些人在危险之中丢失了盾牌、剑或其他武器,便不顾一切地冲向敌人,要么希望能夺回失去的武器,要么即便遭遇不测,也能逃脱显而易见的耻辱和亲属的侮辱。

语法注4 条
  1. 6.37.1τοὔγκλημα

    承接前一章 6.36.9 末尾“责任归结到巡逻者身上”的语境,该词作为一个独立的主语或名词短语。它指代指控或诉讼本身的去向,需要进行上下文的补充,如“指控[被这样处理]”。

  2. 6.37.4τῶν ἀναγκαίων

    形容词 ἀναγκαῖος(必要的、不可避免的)复数属格的名词化用法,在此意为“亲属”或“亲人”。在古典希腊语中,这是一个指代具有紧密血缘或姻亲关系之人的惯用表达。

  3. 6.37.5τὸ δʼ αὐτὸ πάσχειν ὀφείλει τοῖς προειρημένοις

    动词 ὀφείλει(应当、有义务)后接不定式 πάσχειν(遭受、承受),随后是表示比较对象的与格(τοῖς προειρημένοις,“与前述之人”)。在后续的条件从句 ἐὰν μὴ παραγγείλωσιν...(如果他们不传达……)中省略了动词,但应当传达指示的对象由与格(τοῖς ἐφόδοις, τῷ ... ἡγεμόνι)表示,而应当传达的内容则由宾格(τὸ δέον)表示。

  4. 6.37.9παραχρησάμενος

    动词 παραχράομαι(滥用、不当对待)的第一不定过去时分词形式。在此作为一个委婉语,指年轻男性(τῶν ἐν ἀκμῇ)在性行为方面(尤其是被动的同性恋行为)滥用或糟蹋自己或他人的身体。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(5 处,最近 2026-10-12)
  • 2026-10-12 统一书写 — 译文 5 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.37.1-6.37.13