← 波利比奥斯

历史

§6.34.1-6.34.12

营垒工事的分工与军营口令的传递程序

本节记述了罗马军营防壁修筑的分工、军事长官的轮值分工,以及利用木板在各中队间依次传递与回收夜间口令的严密机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.34.1

τῆς δὲ ταφρείας καὶ χαρακοποιίας1 δύο μὲν ἐπιβάλλουσι πλευραὶ τοῖς συμμάχοις, παρʼ ἃς καὶ στρατοπεδεύει τὸ κέρας αὐτῶν ἑκάτερον, δύο δὲ τοῖς Ῥωμαίοις, ἑκατέρῳ τῷ στρατοπέδῳ μία.

至于壕沟和围栏的修筑,两个侧面被分配给同盟军,他们的两个翼侧也分别沿着这些侧面扎营,另外两个侧面则分配给罗马人,每个军团分得一个侧面。

§6.34.2

διαιρεθείσης δὲ τῆς πλευρᾶς ἑκάστης κατὰ σημαίαν, τὴν μὲν κατὰ μέρος ἐπιμέλειαν οἱ ταξίαρχοι ποιοῦνται παρεστῶτες, τὴν δὲ καθόλου δοκιμασίαν τῆς πλευρᾶς δύο τῶν χιλιάρχων.

每一个侧面按中队进行划分后,百人队长们亲临现场,负责具体部分的监督,而侧面的整体检验则由两名军事护民官负责。

§6.34.3

ὁμοίως δὲ καὶ τὴν λοιπὴν τὴν κατὰ τὸ στρατόπεδον ἐπιμέλειαν οὗτοι ποιοῦνται· κατὰ δύο γὰρ σφᾶς αὐτοὺς διελόντες ἀνὰ μέρος τῆς ἑκμήνου τὴν δίμηνον ἄρχουσι, καὶ πάσης οἱ λαχόντες τῆς ἐν τοῖς ὑπαίθροις προΐστανται χρείας.

同样,整个军营的其他管理事务也由他们负责;因为他们将自己分为两人一组,轮流在六个月中执政两个月,而中签者则主持野外的所有事务。

§6.34.4

ὁ δʼ αὐτὸς τρόπος τῆς ἀρχῆς ἐστι καὶ τῶν πραιφέκτων περὶ τοὺς συμμάχους.

同样的指挥方式也适用于对待同盟军的督导官们。

§6.34.5

οἱ δʼ ἱππεῖς καὶ ταξίαρχοι πάντες ἅμα τῷ φωτὶ παραγίνονται πρὸς τὰς τῶν χιλιάρχων σκηνάς, οἱ δὲ χιλίαρχοι πρὸς τὸν ὕπατον.

所有的骑兵和百人队长在天亮时齐集到军事护民官的帐篷前,而军事护民官们则前往执政官处。

§6.34.6

κἀκεῖνος μὲν τὸ κατεπεῖγον ἀεὶ παραγγέλλει τοῖς χιλιάρχοις, οἱ δὲ χιλίαρχοι τοῖς ἱππεῦσι καὶ ταξιάρχοις, οὗτοι δὲ τοῖς πολλοῖς, ὅταν ἑκάστων ὁ καιρὸς ᾖ.

执政官总是向军事护民官传达当天的紧急命令,军事护民官再传达给骑兵和百人队长,后者则在各自时机成熟时传达给广大士兵。

§6.34.7

τὴν δὲ τοῦ νυκτερινοῦ συνθήματος παράδοσιν ἀσφαλίζονται τὸν τρόπον τοῦτον.

他们用以下方式来确保夜间口令的传递。

§6.34.8

καθʼ ἕκαστον γένος καὶ τῶν ἱππέων καὶ τῶν πεζῶν ἐκ τῆς δεκάτης σημαίας καὶ τελευταίας στρατοπεδευούσης2 κατὰ τὰς ῥύμας, ἐκ τούτων εἷς ἑκάστης ἀνὴρ λαμβάνεται κατʼ ἐκλογήν, ὃς τῶν μὲν κατὰ τὰς φυλακὰς λειτουργιῶν ἀπολύεται, παραγίνεται δὲ καθʼ ἡμέραν δύνοντος ἡλίου πρὸς τὴν τοῦ χιλιάρχου σκηνήν, καὶ λαβὼν τὸ σύνθημα — τοῦτο δʼ ἐστὶ πλατεῖον ἐπιγεγραμμένον —

在骑兵和步兵的各个兵科中,从沿着街道扎营的第十个也是最后一个中队里,各挑选出一名男子,他被免除卫兵职务,每天在日落时前往军事护民官的帐篷,领取口令——这是一块写有字的小木板——

§6.34.9

ἀπαλλάττεται πάλιν. ἀναχωρήσας δʼ ἐπὶ τὴν αὑτοῦ σημαίαν τό τε ξυλήφιον παρέδωκε καὶ τὸ σύνθημα μετὰ μαρτύρων τῷ τῆς ἐχομένης σημαίας ἡγεμόνι, παραπλησίως δὲ πάλιν οὗτος τῷ τῆς ἐχομένης.

便又返回。他回到自己的中队后,在证人面前将那块木片和口令移交给相邻中队的长官,此人又以同样的方式移交给再相邻的一个。

§6.34.10

τὸ δʼ ὅμοιον ἑξῆς ποιοῦσι πάντες, ἕως ἂν ἐπὶ τὰς πρώτας καὶ σύνεγγυς τοῖς χιλιάρχοις στρατοπεδευούσας σημαίας ἐξικνῆται. τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν3 πρὸς τοὺς χιλιάρχους.

所有人都依次进行同样的操作,直到它到达靠近军事护民官扎营的第一批中队。而这些第一中队的士兵必须在天还亮的时候将这块小木板送回给军事护民官。

§6.34.11

κἂν μὲν ἀνενεχθῇ πάντα τὰ δοθέντα, γινώσκει διότι δέδοται τὸ σύνθημα πᾶσι καὶ διὰ πάντων εἰς αὐτὸν ἥκει· ἐὰν δʼ ἐλλείπῃ τι, παρὰ πόδας ζητεῖ τὸ γεγονός, εἰδὼς ἐκ τῆς ἐπιγραφῆς ἐκ ποίου μέρους οὐχ ἥκει τὸ πλατεῖον. οὗ δʼ ἂν εὑρεθῇ τὸ κώλυμα, τυγχάνει τῆς καθηκούσης ζημίας.

如果所有发出去的木板都被送回,他就知道口令已经发给了所有人,并且已经通过所有人传回到了他这里;但如果有任何缺失,他便立即调查发生了什么,通过上面的字迹得知这块小木板是从哪一部分没有传回。而被发现造成耽搁的人,则会受到应有的惩罚。

语法注3 条
  1. 6.34.1τῆς δὲ ταφρείας καὶ χαρακοποιίας

    句首的属格名词短语。作为关系属格或部分属格,限定动词 ἐπιβάλλουσι 所表示的职责分配,意为“关于壕沟与围栏的修筑”。

  2. 6.34.8ἐκ τῆς δεκάτης σημαίας καὶ τελευταίας στρατοπεδευούσης

    现在分词 στρατοπεδευούσης 修饰 σημαίας(“来自沿街道扎营的第十个也是最后一个中队”)。它规定了每个兵科中口令传递的起点。

  3. 6.34.10τούτους δὲ δεῖ τὸ πλατεῖον ἔτι φωτὸς ὄντος ἀναφέρειν

    由无人称动词 δεῖ 引导的带对格的不定式结构。对格主语 τούτους 指代前句中提到的“第一中队”的士兵,指明必须由他们负责在天亮时将木板送回。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(6 处,最近 2026-10-12)
  • 2026-10-12 统一书写 — 译文 6 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.34.1-6.34.12