- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.26.1-6.26.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在军事长官解散士兵后,罗马军同盟军于指定日期集结;同盟军中选出精锐部队(extraordinarii),其余分为左右两翼。作者阐述了介绍罗马军队行军、宿营和阵型组织的重要性。
τοιαύτην δὲ ποιησάμενοι τὴν διαίρεσιν οἱ χιλίαρχοι, καὶ ταῦτα παραγγείλαντες περὶ τῶν ὅπλων, τότε μὲν ἀπέλυσαν τοὺς ἄνδρας εἰς τὴν οἰκείαν· παραγενομένης δὲ1 τῆς ἡμέρας, εἰς ἣν ὤμοσαν ἁθροισθῆναι πάντες ὁμοίως εἰς τὸν ἀποδειχθέντα τόπον ὑπὸ τῶν ὑπάτων —
军事护民官在作了这样的编制并对武器下达了这些指示后,当时便解散士兵让他们各自回家。而当那一天到来时 ——在这一天,所有人均宣誓在执政官指定的地点集结 ——
τάττει δʼ ὡς ἐπίπαν ἑκάτερος χωρὶς τὸν τόπον τοῖς αὑτοῦ στρατοπέδοις· ἑκατέρῳ γὰρ δίδοται τὸ μέρος τῶν συμμάχων καὶ δύο τῶν Ῥωμαϊκῶν στρατοπέδων —
(每位执政官通常为自己的军团单独指定地点,因为每人分得一部分同盟军和两个罗马军团) ——
παραγίνονται δὲ πάντες ἀδιαπτώτως οἱ καταγραφέντες, ὡς ἂν μηδεμιᾶς ἄλλης συγχωρουμένης προφάσεως2 τοῖς ἐξορκισθεῖσι πλὴν ὀρνιθείας καὶ τῶν ἀδυνάτων.
所有登记在册的人无一例外地按时到达,因为对于宣过誓的人,除了不祥占卜和不可抗力之外,不允许有任何其他借口。
ἁθροισθέντων δὲ καὶ τῶν συμμάχων ὁμοῦ τοῖς Ῥωμαίοις, τὴν μὲν οἰκονομίαν καὶ τὸν χειρισμὸν ποιοῦνται τούτων αὐτῶν οἱ καθεσταμένοι μὲν ὑπὸ τῶν ὑπάτων ἄρχοντες, προσαγορευόμενοι δὲ πραίφεκτοι, δώδεκα τὸν ἀριθμὸν ὄντες.
当同盟军也与罗马人一同集结完毕后,对这些同盟军的组织和统帅由执政官任命的指挥官负责,他们被称为“长官”,人数共十二名。
οἳ πρῶτον μὲν τοῖς ὑπάτοις τοὺς ἐπιτηδειοτάτους πρὸς τὴν ἀληθινὴν χρείαν ἐκ πάντων τῶν παραγεγονότων συμμάχων ἱππεῖς καὶ πεζοὺς ἐκλέγουσι, τοὺς καλουμένους ἐκτραορδιναρίους, ὃ μεθερμηνευόμενον ἐπιλέκτους δηλοῖ.
他们首先从所有到场的同盟军中,为执政官挑选出最适合实际战斗需要的骑兵和步兵,这些士兵被称为“非常规军”,译作“精锐”。
τὸ δὲ πλῆθος γίνεται τὸ πᾶν τῶν συμμάχων, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις ὡς τὸ πολύ, τὸ δὲ τῶν ἱππέων τριπλάσιον· ἐκ δὲ τούτων λαμβάνουσι τῶν μὲν ἱππέων εἰς τοὺς ἐπιλέκτους ἐπιεικῶς τὸ τρίτον μέρος, τῶν δὲ πεζῶν τὸ πέμπτον. τοὺς δὲ λοιποὺς διεῖλον εἰς δύο μέρη, καὶ καλοῦσι τὸ μὲν δεξιόν, τὸ δʼ εὐώνυμον κέρας.
同盟军的总人数,步兵大抵与罗马军团相当,而骑兵则是罗马军团的三倍;他们从这些同盟军中,大约抽取三分之一的骑兵和五分之一的步兵充当精锐。其余的人他们分为两部分,分别称为“右翼”和“左翼”。
τούτων δʼ εὐτρεπῶν γενομένων παραλαβόντες οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ὁμοῦ καὶ τοὺς συμμάχους κατεστρατοπέδευσαν, ἑνὸς ὑπάρχοντος παρʼ αὐτοῖς θεωρήματος ἁπλοῦ περὶ τὰς παρεμβολάς, ᾧ χρῶνται πρὸς πάντα καιρὸν καὶ τόπον.
准备就绪后,军事护民官带领罗马人和同盟军一同扎营。在他们中间存在着一个关于营地建设的简单法则,供他们在任何时间和地点使用。
διὸ καὶ δοκεῖ μοι πρέπειν τῷ καιρῷ τὸ πειραθῆναι, καθʼ ὅσον οἷόν τε τῷ λόγῳ, τοὺς ἀκούοντας εἰς ἔννοιαν ἀγαγεῖν τοῦ κατὰ τὰς πορείας καὶ στρατοπεδείας καὶ παρατάξεις χειρισμοῦ τῶν δυνάμεων.
因此,我认为在这个时机,应当尝试尽文字所能,引导听众去理解军队在行军、宿营和布阵中的组织和运用。
τίς γὰρ οὕτως ἐστὶν ἀπεοικὼς πρὸς τὰ καλὰ καὶ σπουδαῖα τῶν ἔργων, ὃς οὐκ ἂν βουληθείη3 μικρὸν ἐπιμελέστερον ἐπιστῆσαι περὶ τῶν τοιούτων, ὑπὲρ ὧν ἅπαξ ἀκούσας ἐπιστήμων ἔσται πράγματος ἑνὸς τῶν ἀξίων λόγου καὶ γνώσεως;
因为有谁会对如此高尚和严肃的业绩冷漠到,不愿对这些事情稍微多加留心呢?关于这些事,一旦听闻,便能对这件极具论述和认识价值的事情获得知识。
- 6.26.1παραγενομένης δὲ τῆς ἡμέρας ... παραγίνονται δὲ
这是一个巨大的离隔句结构,始于 §6.26.1 的属格绝对结构“παραγενομένης δὲ τῆς ἡμέρας”,中间夹有 §6.26.2 的关系从句和 §6.26.3 的插入句,最终在 §6.26.4 的“παραγίνονται δὲ”处得以落实。连词“δὲ”的重复使用维持了句子在插入语前后的连贯性。
- 6.26.4ὡς ἂν μηδεμιᾶς ἄλλης συγχωρουμένης προφάσεως
连词“ὡς ἄν”与属格绝对结构(分词“συγχωρουμένης”)相结合,表示主观原因或特定条件/假设下的原因(“在不容许有任何其他借口的前提下”)。
- 6.26.12ὃς οὐκ ἂν βουληθείη
在由关系代名词“ὃς”引导的从句中,带“ἄν”的祈愿式“βουληθείη”用作潜在祈愿(potential optative),表示反问语气(“有谁会不愿意……呢?”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-10-12)
- 2026-10-12 统一书写 — 译文 2 处
- 2026-09-21 AI校阅 — 注 1 处
