← 波利比奥斯

历史

§6.12.1-6.12.10

执政官的行政权与军事统帅权

作者详述了执政官在行政和军事领域的广泛权力,展示了他们在外出征和留驻罗马时的至高权威如何类似于君主制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12.1

οἱ μὲν γὰρ ὕπατοι πρὸ τοῦ μὲν ἐξάγειν1 τὰ στρατόπεδα παρόντες ἐν Ῥώμῃ πασῶν εἰσι κύριοι τῶν δημοσίων πράξεων.

因为执政官在率领军队出征之前,凡在罗马驻留期间,皆主掌一切公事。

§6.12.2

οἵ τε γὰρ ἄρχοντες οἱ λοιποὶ πάντες ὑποτάττονται καὶ πειθαρχοῦσι τούτοις πλὴν τῶν δημάρχων, εἴς τε τὴν σύγκλητον οὗτοι τὰς πρεσβείας ἄγουσι.

因为除护民官外,其余所有的政务官都隶属于他们并听从其指挥,且由他们将使节引入元老院。

§6.12.3

πρὸς δὲ τοῖς προειρημένοις οὗτοι τὰ κατεπείγοντα τῶν διαβουλίων ἀναδιδόασιν, οὗτοι τὸν ὅλον χειρισμὸν τῶν δογμάτων ἐπιτελοῦσι.

此外,对于上述事项,他们负责提出紧急的审议议案,并由他们执行决议的全部事务。

§6.12.4

καὶ μὴν ὅσα δεῖ διὰ τοῦ δήμου συντελεῖσθαι τῶν πρὸς τὰς κοινὰς πράξεις ἀνηκόντων, τούτοις καθήκει φροντίζειν2 καὶ συνάγειν τὰς ἐκκλησίας, τούτοις εἰσφέρειν τὰ δόγματα, τούτοις βραβεύειν τὰ δοκοῦντα τοῖς πλείοσι.

再者,凡涉及公共事务而须通过公民大会来完成的一切事宜,皆归他们负责:他们须操持并召集民会,由他们提出决议案,并由他们来主持执行多数人所通过的决定。

§6.12.5

καὶ μὴν περὶ πολέμου κατασκευῆς καὶ καθόλου τῆς ἐν ὑπαίθροις οἰκονομίας σχεδὸν αὐτοκράτορα τὴν ἐξουσίαν ἔχουσι.

不仅如此,关于战争的筹备以及野外军阵中的通盘管理,他们拥有近乎绝对的权力。

§6.12.6

καὶ γὰρ ἐπιτάττειν τοῖς συμμαχικοῖς τὸ δοκοῦν, καὶ τοὺς χιλιάρχους καθιστάναι, καὶ διαγράφειν τοὺς στρατιώτας, καὶ διαλέγειν τοὺς ἐπιτηδείους τούτοις ἔξεστι.

因为向盟国下达他们认为妥当的命令、任命军事护民官、征召士兵、选拔适任之人,皆是他们的职权所在。

§6.12.7

πρὸς δὲ τοῖς εἰρημένοις ζημιῶσαι τῶν ὑποταττομένων ἐν τοῖς ὑπαίθροις ὃν ἂν βουληθῶσι κύριοι καθεστᾶσιν.

除上述之外,在野外军阵中,他们有权惩处其部属中他们所期望的任何人。

§6.12.8

ἐξουσίαν δʼ ἔχουσι καὶ δαπανᾶν τῶν δημοσίων ὅσα προθεῖντο, παρεπομένου ταμίου3 καὶ πᾶν τὸ προσταχθὲν ἑτοίμως ποιοῦντος.

他们还拥有支配其决定数额之公款的权力,并有财务官随同,随时执行所下达的一切指令。

§6.12.9

ὥστʼ εἰκότως εἰπεῖν ἄν,4 ὅτε τις εἰς ταύτην ἀποβλέψειε τὴν μερίδα, διότι μοναρχικὸν ἁπλῶς καὶ βασιλικόν ἐστι τὸ πολίτευμα.

因此,如果有人注视这部分,他会理所当然地认为,该政体纯粹是君主制和王权的。

§6.12.10

εἰ δέ τινα τούτων ἢ τῶν λέγεσθαι μελλόντων λήψεται μετάθεσιν ἢ κατὰ τὸ παρὸν ἢ μετά τινα χρόνον, οὐδὲν ἂν εἴη πρὸς5 τὴν νῦν ὑφʼ ἡμῶν λεγομένην ἀπόφασιν.

但是,如果这些或即将谈及的事项在目前或在若干时间后发生任何改变,这与我们现在所做的陈述也毫无冲突。

语法注5 条
  1. 6.12.1πρὸ τοῦ μὲν ἐξάγειν

    介词 πρό 连同带属格中性定冠词的不定式 τοῦ ἐξάγειν 构成的结构。这里的小词 μὲν 预示着执政官在率军出征前(留驻罗马时)的职权,与后文 §6.12.5 起所述及的战地军阵中的职权之间的对比。

  2. 6.12.4τούτοις καθήκει φροντίζειν

    无人称动词 καθήκει(“属于……的职责”)后接与格 τούτοις(“对他们”)以及一系列并列的不定式(φροντίζειν καὶ συνάγειν、εἰσφέρειν、βραβεύειν)。指示代词 τούτοις 在每个动作前的重复,强有力地突出了执政官在民事行政中的主导权。

  3. 6.12.8παρεπομένου ταμίου

    由现在分词 παρεπομένου 和名词 ταμίου(财务官)构成的属格独立结构。接下来的 καὶ πᾶν τὸ προσταχθὲν ἑτοίμως ποιοῦντος 亦属于此属格独立结构,描述了随行财务官对执政官指令的绝对从属角色。

  4. 6.12.9ὥστʼ εἰκότως εἰπεῖν ἄν

    表示结果的连词 ὥστε(此处因省音写作 ὥστʼ)后接带有表示潜在或可能性助词 ἄν 的不定式 εἰπεῖν。此句式传达出一种可能性的结论:“因此,人们理所当然可以认为/说出……”。

  5. 6.12.10οὐδὲν ἂν εἴη πρὸς

    介词 πρός 在此处支配宾格 τὴν... ἀπόφασιν,表示“关系”或“不利影响”。与带有潜在助词 ἄν 的希求法动词 εἴη 结合(οὐδὲν ἂν εἴη),意为“这对于我们目前所作的陈述将毫无关系(不构成反驳或削弱)”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-12)
  • 2026-10-12 统一书写 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.12.1-6.12.10