- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.93.1-5.93.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
阿拉托斯前往梅加洛波利斯进行调解。该城在遭受克莱奥梅奈斯破坏后的重建过程中,市民因城市规模缩小、土地重新分配以及普里塔尼斯的法律而陷入严重内讧,最终在阿拉托斯的干预下达成和解。
ταῦτα δʼ ἁρμοσάμενος διέλυε τοὺς Μεγαλοπολίτας πρὸς αὑτοὺς κατὰ τὸ τῶν Ἀχαιῶν δόγμα.
调整好这些事务后,他根据阿开亚人的决议调解了梅加洛波利斯人内部的纠纷。
συνέβαινε γὰρ τούτους προσφάτως ὑπὸ Κλεομένους ἐπταικότας τῇ πατρίδι καὶ τὸ δὴ λεγόμενον1 ἐκ θεμελίων ἐσφαλμένους πολλῶν μὲν ἐπιδεῖσθαι, πάντων δὲ σπανίζειν·
因为他们最近因克莱奥梅奈斯而使祖国遭受重创,并且正如俗话所说,被从根本上摧毁,因而需要许多东西,甚至可以说是一无所有。
τοῖς μὲν γὰρ φρονήμασιν ἔμενον, ταῖς δὲ χορηγίαις καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς πᾶν ἀδυνάτως εἶχον.
因为他们虽然斗志未减,但在公私财力上,对一切事情都无能为力。
διόπερ ἦν ἀμφισβητήσεως, φιλοτιμίας, ὀργῆς τῆς ἐν ἀλλήλοις πάντα πλήρη· τοῦτο γὰρ δὴ φιλεῖ γίνεσθαι καὶ περὶ τὰ κοινὰ πράγματα καὶ περὶ τοὺς κατʼ ἰδίαν βίους, ὅταν ἐλλίπωσιν αἱ χορηγίαι τὰς ἑκάστων ἐπιβολάς.
因而,一切都充满了彼此之间的争议、好胜和愤怒。因为每当财力无法满足各自的规划时,无论是在公共事务中还是在私人生活中,往往都会发生这种情况。
πρῶτον μὲν οὖν ἠμφισβήτουν ὑπὲρ τοῦ τειχισμοῦ τῆς πόλεως, φάσκοντες οἱ μὲν συνάγειν αὐτὴν δεῖν καὶ ποιεῖν τηλικαύτην ἡλίκην καὶ τειχίζειν ἐπιβαλλόμενοι καθίξονται2 καὶ φυλάττειν καιροῦ περιστάντος δυνήσονται· καὶ γὰρ νῦν παρὰ τὸ μέγεθος αὐτῆς καὶ τὴν ἐρημίαν ἐσφάλθαι.
首先,他们对城市城墙的修筑展开争论。一方主张,应当缩小城市范围,使其维持在这样一种规模:即使动手修筑城墙也能顺利完成,且在危机来临时有能力进行防守;因为即使是最近,他们也是由于城市规模过大而人烟稀少才导致失败的。
πρὸς δὲ τούτοις εἰσφέρειν ᾤοντο δεῖν τοὺς κτηματικοὺς τὸ τρίτον μέρος τῆς γῆς εἰς τὴν τῶν προσλαμβανομένων οἰκητόρων ἀναπλήρωσιν.
此外,他们认为有产者应当捐出三分之一的土地,用以补充新招募的居民。
οἱ δʼ οὔτε τὴν πόλιν ἐλάττω ποιεῖν ὑπέμενον οὔτε τὸ τρίτον τῶν κτήσεων εὐδόκουν εἰσφέρειν μέρος.
但另一方既不能接受将城市缩小,也不同意捐出其财产的三分之一。
μάλιστά τε τῶν νόμων ὑπὸ Πρυτάνιδος γεγραμμένων πρὸς ἀλλήλους ἐφιλονείκουν, ὃν ἔδωκε μὲν αὐτοῖς νομοθέτην Ἀντίγονος, ἦν δὲ3 τῶν ἐπιφανῶν ἀνδρῶν ἐκ τοῦ Περιπάτου καὶ ταύτης τῆς αἱρέσεως.
特别是,他们围绕普里塔尼斯所制定的法律展开了激烈的争执,该人是安提柯给他们指定的立法者,也是来自逍遥学派及其学说门下的杰出人物之一。
τοιαύτης δʼ οὔσης τῆς ἀμφισβητήσεως ποιησάμενος Ἄρατος τὴν ἐνδεχομένην ἐπιστροφὴν κατέπαυσε τὴν φιλοτιμίαν αὐτῶν.
争端如此,阿拉托斯给予了应有的关注与干预,从而平息了他们之间的纷争。
ἐφʼ οἷς4 δʼ ἔληξαν τῆς πρὸς ἀλλήλους διαφορᾶς, γράψαντες εἰς στήλην παρὰ τὸν τῆς Ἑστίας ἀνέθεσαν βωμὸν ἐν Ὁμαρίῳ.
他们将结束彼此分歧的协议条款刻在石碑上,并将其立于奥马里翁的赫斯提亚祭坛旁。
- 5.93.2τὸ δὴ λεγόμενον
作为副词性中性宾格的插入语,意思是“正如俗话所说”或“所谓”。它用于引入接下来的比喻性成语“从根本上/从地基起”(ek themelion)。
- 5.93.5καθίξονται
动词“kathikneomai”(达到、完成)的将来时。在此与分词“epiballomenoi”(着手、企图)连用,表示“即使着手(修建城墙),也能圆满完成”的预期。
- 5.93.8ὃν ἔδωκε μὲν αὐτοῖς νομοθέτην Ἀντίγονος, ἦν δὲ
关系代词(宾格)在第一个分句中作及物动词的直接宾语。但在随后由连词连接的分句中,语法上本需要一个主格代词来作主语,这里却省略了格的变化而直接承接共享。
- 5.93.10ἐφʼ οἷς
前置词与与格关系代词的结合。此处省略了先行词(如指示代词),作为固定搭配,表示“在……的条款/条件下”或“以此为协定”。
