- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.87.1-5.87.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
战败后的安条克因担心局势恶化及阿凯乌斯的袭击而求和,而生性懒散的托勒密则欣然接受了为期一年的休战协定并返回亚历山大里亚;安条克随后转而准备讨伐阿凯乌斯。
Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν ἐπώνυμον αὑτοῦ πόλιν εὐθέως ἐξέπεμψε τοὺς περὶ τὸν Ἀντίπατρον1 τὸν ἀδελφιδοῦν καὶ Θεόδοτον τὸν ἡμιόλιον πρεσβευτὰς πρὸς τὸν Πτολεμαῖον ὑπὲρ εἰρήνης καὶ διαλύσεως, ἀγωνιῶν τὴν τῶν ὑπεναντίων ἔφοδον·
安条克抵达了以自己名字命名的城市,因担心敌军的入侵,立即向托勒密派出了由他的外甥安提帕特以及“赫米奥利奥斯”塞奥多托斯率领的使节,以求和平与和解。
ἠπίστει μὲν γὰρ τοῖς ὄχλοις διὰ τὸ γεγονὸς ἐλάττωμα περὶ αὐτόν, ἐφοβεῖτο δὲ τὸν Ἀχαιὸν μὴ συνεπίθηται2 τοῖς καιροῖς.
因为他因自己所遭受的失败而不信任民众,并且担心阿凯乌斯会趁此机会袭击他。
Πτολεμαῖος δὲ τούτων οὐδὲν συλλογιζόμενος, ἀλλʼ ἀσμενίζων ἐπὶ τῷ γεγονότι προτερήματι διὰ τὸ παράδοξον καὶ συλλήβδην ἐπὶ τῷ Κοίλην Συρίαν ἐκτῆσθαι3 παραδόξως, οὐκ ἀλλότριος ἦν τῆς ἡσυχίας, ἀλλʼ ὑπὲρ τὸ δέον οἰκεῖος, ἑλκόμενος ὑπὸ τῆς συνήθους ἐν τῷ βίῳ ῥᾳθυμίας καὶ καχεξίας.
然而,托勒密对这些事情未作任何考量,反倒因为这次胜利的出乎意料、总之因为意外获得了柯里叙利亚而感到高兴,他非但不排斥安宁,反而逾越分寸地乐于偏安,因为他被自己日常生活中一贯的懒散和骄奢淫逸所牵制。
πλὴν παραγενομένων τῶν περὶ τὸν Ἀντίπατρον, βραχέα προσαναταθεὶς καὶ καταμεμψάμενος ἐπὶ τοῖς πεπραγμένοις τὸν Ἀντίοχον, συνεχώρησε σπονδὰς ἐνιαυσίους.
尽管如此,当安提帕特一行人抵达时,他稍作恐吓,并对安条克的所作所为加以指责后,便同意了为期一年的停战协定。
καὶ τούτοις μὲν ἐπικυρώσοντα4 τὰς διαλύσεις συνεξαπέστειλε Σωσίβιον, αὐτὸς δὲ διατρίψας ἐπὶ τρεῖς μῆνας ἐν τοῖς κατὰ Συρίαν καὶ Φοινίκην τόποις καὶ καταστησάμενος τὰς πόλεις, μετὰ ταῦτα καταλιπὼν τὸν Ἀνδρόμαχον τὸν Ἀσπένδιον στρατηγὸν ἐπὶ πάντων τῶν προειρημένων τόπων ἀνέζευξε μετὰ τῆς ἀδελφῆς καὶ τῶν φίλων ἐπʼ Ἀλεξανδρείας, παράδοξον τοῖς ἐν τῇ βασιλείᾳ πρὸς τὴν τοῦ λοιποῦ βίου προαίρεσιν τέλος ἐπιτεθεικὼς τῷ πολέμῳ.5
并派遣索西比乌斯与他们一同前去批准该和约, 他自己则在叙利亚和腓尼基地区逗留了三个月,整顿了各城市的秩序,此后留下阿斯朋多斯人安德罗马科斯作为上述所有地区的统帅,然后与他的妹妹及朋友们一同启程返回亚历山大里亚, 从而给这场战争画上了一个对国内臣民而言出乎意料、但却与其余生的人生抉择相吻合的句号。
Ἀντίοχος δὲ τὰ περὶ τὰς σπονδὰς ἀσφαλισάμενος πρὸς τὸν Σωσίβιον, ἐγίνετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν περὶ τὴν ἐπὶ τὸν Ἀχαιὸν παρασκευήν. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
而安条克在与索西比乌斯落实了停战条款之后, 便按照最初的计划,致力于对付阿凯乌斯的准备工作。 至此,亚洲方面的局势便是如此。
- 5.87.1τοὺς περὶ τὸν Ἀντίπατρον
希腊语中的常用表达,意为“安提帕特及其随从”或“安提帕特代表团”,此处指由安提帕特本人率领的整个使节团。
- 5.87.2μὴ συνεπίθηται
由表示恐惧的动词 ἐφοβεῖτο 引导的虚拟语气(过去不定时中动态单数第三人称),构成表示担忧的从句(“担心他会趁机袭击……”)。
- 5.87.3ἐπὶ τῷ ... ἐκτῆσθαι
由介词 ἐπί 引导的中性单数与格冠词 τῷ 加上现在完成时不定式 ἐκτῆσθαι(源自 κτάομαι)构成的冠词不定式结构,表示原因(“因为获得了……”)。
- 5.87.5ἐπικυρώσοντα
将来时主动分词的阳性单数宾格,修饰直接宾语 Σωσίβιον,与表示派遣的动词(συνεξαπέστειλε)连用以表示目的(“为了去批准”)。
- 5.87.7παράδοξον ... τέλος ἐπιτεθεικὼς τῷ πολέμῳ
完成时主动分词 ἐπιτεθεικὼς 的直接宾语是 τέλος,由 παράδοξον 修饰。介词短语 πρὸς... 修饰或限定该“结局”(τέλος),说明虽然对臣民而言是出乎意料的,但从他余生的人生抉择来看是相符的。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
