← 波利比奥斯

历史

§5.80.1-5.80.7

两军在拉非亚近郊扎营与小规模冲突

托勒密与安条克的军队在拉非亚附近进军并对峙,起初双方保持一定距离,但在安条克移营逼近后,两军之间爆发了频繁的小规模冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.80.1

Πτολεμαῖος δὲ ποιησάμενος τὴν πορείαν ἐπὶ Πηλουσίου, τὸ μὲν πρῶτον ἐν ταύτῃ τῇ πόλει κατέζευξε, προσαναλαβὼν δὲ τοὺς ἐφελκομένους1 καὶ σιτομετρήσας τὴν δύναμιν ἐκίνει, καὶ προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Κάσιον καὶ τὰ Βάραθρα καλούμενα διὰ τῆς ἀνύδρου.

托勒密向佩鲁修姆进军,起初在该城安营扎寨。在收容了掉队及后随的士兵并向军队发放口粮后,他发动军队出发,路过卡西翁山和被称为“深渊”(巴拉特拉)的地方,穿过无水之地前进。

§5.80.3

διανύσας δʼ ἐπὶ τὸ προκείμενον πεμπταῖος,2 κατεστρατοπέδευσε πεντήκοντα σταδίους ἀποσχὼν Ῥαφίας, ἣ κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πόλεων ὡς πρὸς τὴν Αἴγυπτον.

他在第五天抵达预定目的地,在距离拉非亚五十斯塔德的地方安营扎寨;拉非亚紧邻里诺科鲁拉,是从埃及方向看去大叙利亚(柯里叙利亚)的第一座城市。

§5.80.4

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀντίοχος ἧκε τὴν δύναμιν ἔχων, παραγενόμενος δʼ εἰς Γάζαν καὶ προσαναλαβὼν ἐνταῦθα τὴν δύναμιν αὖθις προῄει βάδην. καὶ παραλλάξας τὴν προειρημένην πόλιν3 κατεστρατοπέδευσε νυκτός, ἀποσχὼν τῶν ὑπεναντίων ὡς δέκα σταδίους.

与此同时,安条克也率军抵达,他来到加沙,在当地整顿军队后,再次缓步前进。在经过前述城市后,他在夜间安营,距离敌人约十斯塔德。

§5.80.5

τὸ μὲν οὖν πρῶτον ἐν τούτῳ τῷ διαστήματι γεγονότες ἀντεστρατοπέδευον ἀλλήλοις·

起初,他们就在这个距离上互相对峙安营。

§5.80.6

μετὰ δέ τινας ἡμέρας Ἀντίοχος, ἅμα τόπον βουλόμενος εὐφυέστερον μεταλαβεῖν καὶ ταῖς δυνάμεσιν ἐμποιῆσαι θάρσος, προσεστρατοπέδευσε τοῖς περὶ τὸν Πτολεμαῖον, ὥστε μὴ πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν4 ἀλλήλων.

但几天后,安条克既想占领更有利的地形,又想鼓舞士气,便将营地移至靠近托勒密军的地方,以至于双方的营垒相距不超过五斯塔德。

§5.80.7

ἐν ᾧ καιρῷ περί τε τὰς ὑδρείας καὶ προνομὰς ἐγίνοντο συμπλοκαὶ πλείους, ὁμοίως δὲ καὶ μεταξὺ τῶν στρατοπέδων ἀκροβολισμοὶ συνίσταντο, ποτὲ μὲν ἱππέων, ποτὲ δὲ καὶ πεζῶν.

在此期间,为了打水和搜寻粮草,双方发生了多次冲突,同样在两军营地之间也发生了小规模的交火,有时是骑兵,有时也是步兵。

语法注4 条
  1. 5.80.2τοὺς ἐφελκομένους

    现在分词中动/被动态的名词化用法,意为“被拖在后面跟着的人”。这里指在主力部队进军过程中掉队的士兵、非战斗人员或后勤辎重部队。

  2. 5.80.3πεμπταῖος

    意为“在第五天”的形容词,在句中作主语托勒密的谓语性修饰语。在希腊语中,表示时间或天数的形容词常与主语一致,起副词作用,这是其常用的语法惯例。

  3. 5.80.4προειρημένην πόλιν

    虽然此前刚提到了“加沙”和“拉非亚”两座城市,但根据安条克到达加沙(παραγενόμενος δʼ εἰς Γάζαν)并在当地整军后继续前进(προῄει)的文脉,他所经过(παραλλάξας)的“前述城市”应指紧邻的“加沙”。

  4. 5.80.6ὥστε μὴ πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν

    由 ὥστε 引导带不定式(ἀπέχειν)的结果从句。其主语是宾格的 τοὺς χάρακας(双方的营垒/防壁)。μὴ πλεῖον τῶν πέντε σταδίων 使用比较级表示距离的极限,意为“相距不超过五斯塔德”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.80.1-5.80.7