← 波利比奥斯

历史

§5.56.1-5.56.15

安提阿刺杀权臣赫美亚斯

在医生阿波罗法尼斯的告发与建议下,安提阿国王决定铲除宠臣赫美亚斯,并通过假装生病将他孤立,最终在荒凉之地将其刺杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.56.1

τούτων δὲ κυρωθέντων Ἀπολλοφάνης ὁ ἰατρός, ἀγαπώμενος ὑπὸ τοῦ βασιλέως διαφερόντως, θεωρῶν τὸν Ἑρμείαν οὐκέτι φέροντα κατὰ σχῆμα τὴν ἐξουσίαν, ἠγωνία μὲν καὶ περὶ τοῦ βασιλέως, τὸ δὲ πλεῖον ὑπώπτευε καὶ κατάφοβος ἦν ὑπὲρ τῶν καθʼ αὑτόν.

在这些事情得到确立后,深得国王宠信的医生阿波罗法尼斯眼见赫美亚斯已不再有分寸地行使权力,不仅为国王感到焦虑,更对自己所处的境地产生怀疑和恐惧。

§5.56.2

διὸ λαβὼν καιρὸν προσφέρει τῷ βασιλεῖ λόγον, παρακαλῶν μὴ ῥᾳθυμεῖν μηδʼ ἀνυπονόητον εἶναι1 τῆς Ἑρμείου τόλμης, μηδʼ ἕως τούτου περιμεῖναι μέχρις ἂν οὗ τοῖς ὁμοίοις τἀδελφῷ παλαίῃ συμπτώμασιν.2

因此,他抓住机会向国王进言,劝告他不要懈怠,也不要对赫美亚斯的胆大妄为不加提防,更不要一直拖延,直到自己也面临与其兄相似的灾祸。

§5.56.3

ἀπέχειν δʼ οὐ μακρὰν αὐτὸν ἔφη τοῦ κινδύνου· διὸ προσέχειν ἠξίου καὶ βοηθεῖν κατὰ σπουδὴν αὑτῷ τε καὶ τοῖς φίλοις.

他指出国王距离危险并不遥远,因此恳请他多加注意,迅速设法营救他自己和他的朋友们。

§5.56.4

τοῦ δʼ Ἀντιόχου πρὸς αὐτὸν ἀνθομολογησαμένου διότι καὶ δυσαρεστεῖ καὶ φοβεῖται τὸν Ἑρμείαν, ἐκείνῳ δὲ μεγάλην χάριν ἔχειν φήσαντος ἐπὶ τῷ κηδεμονικῶς τετολμηκέναι περὶ τούτων εἰπεῖν πρὸς αὐτόν, ὁ μὲν Ἀπολλοφάνης εὐθαρσὴς ἐγένετο τῷ δοκεῖν μὴ διεψεῦσθαι3 τῆς αἱρέσεως καὶ διαλήψεως τῆς τοῦ βασιλέως, ὁ δʼ Ἀντίοχος ἠξίου τὸν Ἀπολλοφάνην συνεπιλαβέσθαι μὴ μόνον τοῖς λόγοις, ἀλλὰ καὶ τοῖς ἔργοις τῆς αὑτοῦ τε καὶ τῶν φίλων σωτηρίας.

安提阿斯向他坦白,自己同样对赫美亚斯感到不满与恐惧,并表示十分感激阿波罗法尼斯出于关切而敢于向他直言此事,阿波罗法尼斯因自己似乎没有看错国王的态度和见解而大受鼓舞,安提阿斯则请求阿波罗法尼斯不仅在言论上,更要在行动上协助营救他自己和朋友们。

§5.56.7

τοῦ δὲ πρὸς πᾶν ἑτοίμως ἔχειν φήσαντος, συμφρονήσαντες μετὰ ταῦτα καὶ προβαλόμενοι σκῆψιν ὡς σκοτωμάτων τινῶν ἐπιπεπτωκότων τῷ βασιλεῖ, τὴν μὲν θεραπείαν ἀπέλυσαν ἐπί τινας ἡμέρας καὶ τοὺς εἰθισμένους παρευτακτεῖν, πρὸς δὲ τοὺς φίλους ἔλαβον ἐξουσίαν οἷς βούλοιντο κατʼ ἰδίαν χρηματίζειν διὰ τὴν τῆς ἐπισκέψεως πρόφασιν.

在阿波罗法尼斯表示愿为此做任何准备后,他们随即商定计策,借口国王突然感到眩晕,打发走了平时侍立在旁的随从,以便进行为期数日的治疗,他们借探病之名,获得了与自己希望私下会晤的朋友们进行单独密谈的机会。

§5.56.9

ἐν ᾧ καιρῷ κατασκευασάμενοι τοὺς ἐπιτηδείους πρὸς τὴν πρᾶξιν, πάντων ἑτοίμως αὐτοῖς συνυπακουόντων διὰ τὸ πρὸς τὸν Ἑρμείαν μῖσος, ἐγίνοντο πρὸς τὸ συντελεῖν τὴν ἐπιβολήν.

在此期间,他们准备好了适合行动的人手,由于众人对赫美亚斯的痛恨,大家都乐意配合他们,于是他们着手去执行计划。

§5.56.10

φασκόντων δὲ δεῖν τῶν ἰατρῶν ἅμα τῷ φωτὶ ποιεῖσθαι τοὺς περιπάτους ὑπὸ τὸ ψῦχος τὸν Ἀντίοχον, ὁ μὲν Ἑρμείας ἧκε πρὸς τὸν ταχθέντα καιρόν, ἅμα δὲ τούτῳ καὶ τῶν φίλων οἱ συνειδότες τὴν πρᾶξιν, οἱ δὲ λοιποὶ καθυστέρουν διὰ τὸ πολὺ παρηλλάχθαι τὴν ἔξοδον τοῦ βασιλέως πρὸς τὸν εἰθισμένον καιρόν.

当医生们声称安提阿斯因天气寒冷必须在拂晓时分散步时,赫美亚斯在指定的时间到了,与他一同前来的还有那些知晓此事的内线朋友,而其余的人则因国王出行的时刻与往常大不相同而迟到了。

§5.56.12

διόπερ ἀποσπάσαντες αὐτὸν ἀπὸ τῆς στρατοπεδείας εἴς τινα τόπον ἔρημον, κἄπειτα μικρὸν ἀπονεύσαντος τοῦ βασιλέως ὡς ἐπί τι τῶν ἀναγκαίων,4 ἐξεκέντησαν.

因此,他们将他引离军营至一处荒凉之地,随后趁国王仿佛去解手一般稍稍退开时,将他刺死。

§5.56.13

Ἑρμείας μὲν οὖν τούτῳ τῷ τρόπῳ μετήλλαξε τὸν βίον, οὐδεμίαν ὑποσχὼν τιμωρίαν ἀξίαν τῶν αὑτῷ πεπραγμένων·

赫美亚斯便以这种方式结束了生命,但并未遭受与其所作所为相称的惩罚。

§5.56.14

ὁ δὲ βασιλεὺς ἀπολυθεὶς φόβου καὶ δυσχρηστίας πολλῆς ἐπανῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπʼ οἴκου, πάντων τῶν κατὰ τὴν χώραν ἀποδεχομένων τάς τε πράξεις αὐτοῦ καὶ τὰς ἐπιβολάς, καὶ μάλιστα κατὰ τὴν δίοδον ἐπισημαινομένων τὴν Ἑρμείου μετάστασιν.

国王摆脱了恐惧和巨大的困境,启程返回家园,沿途百姓皆赞同他的行为与计划,特别是在他路过时,人们纷纷为赫美亚斯的铲除而欢呼。

§5.56.15

ἐν ᾧ καιρῷ καὶ κατὰ τὴν Ἀπάμειαν αἱ μὲν γυναῖκες τὴν γυναῖκα τὴν Ἑρμείου κατέλευσαν, οἱ δὲ παῖδες τοὺς υἱεῖς.

与此同时,在阿帕米亚,妇女们用石头砸死了赫美亚斯的妻子,孩子们则砸死了他的儿子们。

语法注4 条
  1. 5.56.2ἀνυπονόητον εἶναι

    形容词 ἀνυπονόητος(无防备的、不怀疑的)在此支配属格 τῆς Ἑρμείου τόλμης,意思是“对……不加提防”。

  2. 5.56.2τοῖς ὁμοίοις τἀδελφῷ παλαίῃ συμπτώμασιν

    虚拟语气动词 παλαίῃ 由μέχρις ἂν οὗ 引导(这是波利比乌斯文体中的一个特征)。名词 συμπτώμασιν 是与格,作动词 παλαίω(与……搏斗、受苦)的补语。τἀδελφῷ(即 τῷ ἀδελφῷ)是与格,修饰 ὁμοίοις,此处省略了“灾祸”一词,意为“与其兄(的灾祸)相似”。

  3. 5.56.5τῷ δοκεῖν μὴ διεψεῦσθαι

    带冠词的与格不定式 τῷ δοκεῖν(未带前置词)表示原因(“因为他似乎……”)。完成时被动不定式 διεψεῦσθαι 支配属格 τῆς αἱρέσεως,意为“在……上弄错/被欺骗”。

  4. 5.56.12ὡς ἐπί τι τῶν ἀναγκαίων

    连词 ὡς 表示主观意图或借口。中性复数名词短语 τι τῶν ἀναγκαίων(必要的事物之一)在此是用作解手的委婉语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.56.1-5.56.15