- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.54.1-5.54.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
莫隆的左翼向国王投降致使叛军瓦解,莫隆及其同谋随后自杀。国王处理战后事务,阻止了赫美亚斯的残酷报复并恢复了秩序。
δεξιὸν αὐτὸς εἶχε. μετὰ δὲ ταῦτα ποιησαμένων τῶν δυνάμεων τὴν ἐπαγωγήν, τὸ μὲν δεξιὸν κέρας τοῦ Μόλωνος διετήρησε τὴν πίστιν καὶ συνέβαλε τοῖς περὶ τὸν Ζεῦξιν ἐρρωμένως, τὸ δʼ εὐώνυμον ἅμα τῷ συνιὸν εἰς ὄψιν ἐλθεῖν τῷ βασιλεῖ1 μετεβάλετο πρὸς τοὺς πολεμίους·
[右翼]则由他自己掌握。此后,两军发起冲锋,莫隆的右翼保持了忠诚,与宙克西斯麾下的部队展开了猛烈的交战,而左翼在推进中,一看到国王出现,便立即倒戈向了敌人。
οὗ γενομένου συνέβη τοὺς μὲν περὶ τὸν Μόλωνα διατραπῆναι, τοὺς δὲ τοῦ βασιλέως ἐπιρρωσθῆναι διπλασίως.
这件事发生后,莫隆的一方士气崩溃,而国王的一方则勇气倍增。
ὁ δὲ Μόλων συννοήσας τὸ γεγονὸς καὶ πανταχόθεν ἤδη κυκλούμενος, λαβὼν πρὸ ὀφθαλμῶν τὰς ἐσομένας περὶ αὑτὸν αἰκίας, ἐὰν ὑποχείριος γένηται καὶ ζωγρίᾳ ληφθῇ, προσήνεγκε τὰς χεῖρας ἑαυτῷ.
莫隆意识到了所发生的一切,且已被四面包围,想到自己一旦落入敌手并被生擒将要遭受的凌辱,便亲自动手自尽了。
παραπλησίως δὲ καὶ πάντες οἱ κοινωνήσαντες τῆς ἐπιβολῆς, φυγόντες εἰς τοὺς οἰκείους ἕκαστοι τόπους, τὴν αὐτὴν ἐποιήσαντο τοῦ βίου καταστροφήν.
同样地,所有参与了这次阴谋的人,也都各自逃回自己的地方,以同样的方式结束了生命。
ὁ δὲ Νεόλαος, ἀποφυγὼν ἐκ τῆς μάχης καὶ παραγενόμενος εἰς τὴν Περσίδα πρὸς Ἀλέξανδρον τὸν τοῦ Μόλωνος ἀδελφόν, τὴν μὲν μητέρα καὶ τὰ τοῦ Μόλωνος τέκνα κατέσφαξε, μετὰ δὲ τὸν τούτων θάνατον ἐπικατέσφαξεν αὑτόν, πείσας τὸ παραπλήσιον ποιῆσαι καὶ τὸν Ἀλέξανδρον.
内奥劳斯从战场上逃脱并抵达波斯,来到莫隆的兄弟亚历山大处,杀死了母亲和莫隆的孩子们,并在他们死后,说服亚历山大也做出同样的选择,随后自刎。
ὁ δὲ βασιλεὺς διαρπάσας τὴν παρεμβολὴν τῶν πολεμίων, τὸ μὲν σῶμα τοῦ Μόλωνος ἀνασταυρῶσαι προσέταξε κατὰ τὸν ἐπιφανέστατον τόπον τῆς Μηδίας.
国王在洗劫了敌军的营垒后,下令将莫隆的尸体钉在麦地亚最显眼的地方示众。
ὃ καὶ παραχρῆμα συνετέλεσαν οἱ πρὸς τούτοις τεταγμένοι· διακομίσαντες γὰρ εἰς τὴν Καλλωνῖτιν πρὸς αὐταῖς ἀνεσταύρωσαν ταῖς εἰς τὸν Ζάγρον ἀναβολαῖς·
被指派执行这一任务的人立即予以完成;因为他们把尸体运到卡洛尼蒂斯,就在进入扎格罗斯山脉的山口处将其钉起示众。
μετὰ ταῦτα δὲ ταῖς δυνάμεσιν ἐπιτιμήσας διὰ πλειόνων2 καὶ δοὺς δεξιὰν συνέστησε τοὺς ἀποκομιοῦντας αὐτοὺς εἰς Μηδίαν καὶ καταστησομένους τὰ κατὰ τὴν χώραν.
此后,他详细训诫了军队,并向他们伸出右手表示和解,指派指挥官将他们带回麦地亚并重整当地的秩序。
αὐτὸς δὲ καταβὰς εἰς Σελεύκειαν καθίστατο τὰ κατὰ τὰς πέριξ σατραπείας, ἡμέρως χρώμενος πᾶσι καὶ νουνεχῶς.
他自己则下到塞琉西亚,整顿周边各萨特拉皮(行省)的事务,对所有人表现得宽厚而明智。
Ἑρμείας δὲ τηρῶν τὴν αὑτοῦ προαίρεσιν ἐπέφερε μὲν αἰτίας τοῖς ἐν τῇ Σελευκείᾳ καὶ χιλίοις ἐζημίου ταλάντοις τὴν πόλιν, ἐφυγάδευε δὲ τοὺς καλουμένους Ἀδειγάνας, ἀκρωτηριάζων δὲ καὶ φονεύων καὶ στρεβλῶν πολλοὺς διέφθειρε τῶν Σελευκέων.
然而,赫美亚斯执守己见,对塞琉西亚的市民强加罪名,并向该城课以一千塔兰特的罚款,驱逐了被称为阿德伊加内斯的人,还通过断肢、杀戮和酷刑毁灭了许多塞琉西亚人。
ἃ μόλις βασιλεύς, τὰ μὲν πείθων τὸν Ἑρμείαν, ἃ δὲ καὶ κατὰ τὴν αὑτοῦ γνώμην χειρίζων, τέλος ἐπράϋνε3 καὶ κατέστησε τὴν πόλιν, ἑκατὸν καὶ πεντήκοντα τάλαντα μόνον ἐπιτίμιον αὐτοὺς πραξάμενος τῆς ἀγνοίας.
国王一方面劝说赫美亚斯,另一方面也按照自己的意愿处理事务,好不容易才平息了事态并整顿了城市,仅向他们征收了一百五十塔兰特,作为对他们无知过失的罚款。
ταῦτα δὲ διοικήσας Διογένην μὲν στρατηγὸν ἀπέλιπε Μηδίας, Ἀπολλόδωρον δὲ τῆς Σουσιανῆς· Τύχωνα δὲ τὸν ἀρχιγραμματέα τῆς δυνάμεως στρατηγὸν ἐπὶ τοὺς κατὰ τὴν Ἐρυθρὰν θάλατταν τόπους ἐξαπέστειλε.
料理完这些事务后,他留下了迪奥根尼作为麦地亚的将军,阿波罗多洛斯作为苏西亚纳的将军;并派遣军队的首席秘书官蒂孔作为将军前往红海沿岸地区。
τὰ μὲν οὖν κατὰ τὴν Μόλωνος ἀπόστασιν καὶ τὸ διὰ ταῦτα γενόμενον κίνημα περὶ τὰς ἄνω σατραπείας τοιαύτης ἔτυχε διορθώσεως καὶ καταστάσεως.
于是,莫隆的叛乱以及由此在内陆各萨特拉皮引起的动乱,便得到了如此的纠正和整顿。
- 5.54.1ἅμα τῷ συνιὸν εἰς ὄψιν ἐλθεῖν τῷ βασιλεῖ
带冠词的不定式 τῷ ... ἐλθεῖν 受前置词 ἅμα 支配,表示“一……就……”的同步时间关系。抄本中的现在分词 συνιόν(中性主格/宾格)在语法上与主语 τὸ εὐώνυμον(左翼)性数一致,用以修饰或补充说明在推进并投入交战时的状态。
- 5.54.8ταῖς δυνάμεσιν ἐπιτιμήσας διὰ πλειόνων
动词 ἐπιτιμάω 支配与格(ταῖς δυνάμεσιν),意为“责备、训诫”,此处指投降的莫隆叛军。介词短语 διὰ πλειόνων(直译为“通过更多的言辞”)起副词作用,表示国王详尽或严厉地训诫了他们,而非直接予以肉体惩罚。
- 5.54.11ἃ μόλις βασιλεύς ... τέλος ἐπράϋνε
关系代名词中性复数宾格 ἃ 以前一节(§5.54.10)中所述赫美亚斯的一系列残酷暴行(强加罪名、罚款、驱逐、屠杀等)为先行词,在主句中充当主控动词 ἐπράϋνε(平息、缓和)的直接宾格。该句的主语是 βασιλεύς。
