- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.34.1-5.34.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
讲述普托雷美·爱父者在继承王位后,因过分自信而沉溺享乐,懈怠处理先王们曾苦心经营以作屏障的国外事务,导致在极短时间内招致了针对其统治的诸多阴谋,首位阴谋者便是斯巴达的克里奥米尼。
ὡς γὰρ θᾶττον1 Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ, μεταλλάξαντος τοῦ πατρός, ἐπανελόμενος τὸν ἀδελφὸν Μάγαν καὶ τοὺς τούτῳ συνεργοῦντας παρέλαβε τὴν τῆς Αἰγύπτου δυναστείαν, νομίσας τῶν μὲν οἰκείων φόβων ἀπολελύσθαι2 διʼ αὑτοῦ καὶ διὰ τῆς προειρημένης πράξεως, τῶν δʼ ἐκτὸς κινδύνων ἀπηλλάχθαι διὰ τὴν τύχην, Ἀντιγόνου μὲν καὶ Σελεύκου μετηλλαχότων,3 Ἀντιόχου δὲ καὶ Φιλίππου τῶν διαδεδεγμένων τὰς ἀρχὰς παντάπασι νέων καὶ μόνον οὐ παίδων ὑπαρχόντων, καταπιστεύσας διὰ ταῦτα τοῖς παροῦσι καιροῖς, πανηγυρικώτερον διῆγε τὰ κατὰ τὴν ἀρχήν, ἀνεπίστατον μὲν καὶ δυσέντευκτον αὑτὸν παρασκευάζων τοῖς περὶ τὴν αὐλὴν καὶ τοῖς ἄλλοις τοῖς τὰ κατὰ τὴν Αἴγυπτον χειρίζουσιν, ὀλίγωρον δὲ καὶ ῥᾴθυμον ὑποδεικνύων τοῖς ἐπὶ τῶν ἔξω πραγμάτων διατεταγμένοις, ὑπὲρ ὧν οἱ πρότερον οὐκ ἐλάττω, μείζω δʼ ἐποιοῦντο σπουδὴν ἢ περὶ τῆς κατʼ αὐτὴν τὴν Αἴγυπτον δυναστείας.
因为,号称“爱父者”的普托雷美在父亲去世后,一等除掉了他的兄弟马加斯及后者的同谋者,便接掌了埃及的统治权。他认为自己凭借自身努力和上述行动已从家族内部的担忧中解脱出来,又因命运而免除了外部的危险,因为安提柯与塞琉古已经相继去世,而继承王位的安提阿和腓力又都极其年轻,几乎还只是孩子。因此,他对眼前的局势深信不疑,便开始以更加流于享乐的方式来管理国家政务。对宫廷人员以及其他管理埃及内部事务的人表现得不理朝政、难以接近,对那些被委派负责国外事务的人则显得傲慢轻视、懈怠疏忽。而关于这些国外事务,先王们所付出的关注不仅没有减少,反而比对埃及本土的统治还要多。
τοιγαροῦν ἐπέκειντο μὲν τοῖς τῆς Συρίας βασιλεῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Κοίλης Συρίας καὶ Κύπρου κυριεύοντες· παρέκειντο δὲ τοῖς κατὰ τὴν Ἀσίαν δυνάσταις, ὁμοίως δὲ καὶ ταῖς νήσοις, δεσπόζοντες τῶν ἐπιφανεστάτων πόλεων καὶ τόπων καὶ λιμένων κατὰ πᾶσαν τὴν παραλίαν ἀπὸ Παμφυλίας ἕως Ἑλλησπόντου καὶ τῶν κατὰ Λυσιμάχειαν τόπων· ἐφήδρευον δὲ τοῖς ἐν τῇ Θρᾴκῃ καὶ τοῖς ἐν Μακεδονίᾳ πράγμασι, τῶν κατʼ Αἶνον καὶ Μαρώνειαν καὶ πορρώτερον ἔτι πόλεων κυριεύοντες.
因此,先王们统治着柯里叙利亚和塞浦路斯,在陆路和海路上都对叙利亚的国王们施加极大的压力;他们还通过掌控从潘菲利亚到赫勒斯滂以及利西马基亚附近整个沿海地带最著名的城市、地区和港口,密切监视着亚洲的诸侯以及各岛屿;并且通过统治埃诺斯、马罗尼亚以及更遥远的城市,监视着色雷斯和马其顿的局势。
καὶ τῷ τοιούτῳ τρόπῳ μακρὰν ἐκτετακότες τὰς χεῖρας, καὶ προβεβλημένοι πρὸ αὑτῶν ἐκ πολλοῦ τὰς δυναστείας,4 οὐδέποτε περὶ τῆς κατʼ Αἴγυπτον ἠγωνίων ἀρχῆς. διὸ καὶ τὴν σπουδὴν εἰκότως μεγάλην ἐποιοῦντο περὶ τῶν ἔξω πραγμάτων.
通过这种方式,他们将双手伸展至远方,并在很久以前就将这些外领作为盾牌推在自己身前,因此他们从未对埃及内部的统治感到焦虑。由此,他们对国外事务自然给予了极大的关注。
ὁ δὲ προειρημένος βασιλεὺς ὀλιγώρως ἕκαστα τούτων χειρίζων διὰ τοὺς ἀπρεπεῖς ἔρωτας καὶ τὰς ἀλόγους καὶ συνεχεῖς μέθας, εἰκότως ἐν πάνυ βραχεῖ χρόνῳ καὶ τῆς ψυχῆς ἅμα καὶ τῆς ἀρχῆς ἐπιβούλους εὗρε καὶ πλείους, ὧν ἐγένετο πρῶτος Κλεομένης5 ὁ Σπαρτιάτης.
然而,前述的国王由于不体面的情事以及荒唐而持续的纵酒,懈怠地处理这一切事务,自然在极短的时间内,便发现有若干人阴谋反抗他的生命和统治,其中第一个人便是斯巴达的克里奥米尼。
- 5.34.1ὡς γὰρ θᾶττον
意为“一等……就……”的时间从属连词短语。该从句修饰的主句动词是§5.34.3中的“διῆγε”,其间夹杂了§5.34.1和§5.34.2中长篇的分词短语。
- 5.34.2νομίσας τῶν μὲν οἰκείων φόβων ἀπολελύσθαι
分词“νομίσας”(认为)修饰主语普托雷美,并支配两个并列的完成时被动不定式“ἀπολελύσθαι”与“ἀπηλλάχθαι”,两者分别支配夺格性(分离)属格“τῶν μὲν οἰκείων φόβων”和“τῶν δʼ ἐκτὸς κινδύνων”。
- 5.34.2Ἀντιγόνου μὲν καὶ Σελεύκου μετηλλαχότων
属格绝对结构。分词“μετηλλαχότων”和后文的“ὑπαρχόντων”描述了背景状况(安提柯和塞琉古的去世,以及安提阿和腓力的年幼),用以说明普托雷美认为自己免于外患的依据。
- 5.34.9προβεβλημένοι πρὸ αὑτῶν ἐκ πολλοῦ τὰς δυναστείας
动词“προβάλλω”的完成时中动分词,在此处具有中动语态“将……作为盾牌/屏障推在自己身前”的含意,支配直接宾语“τὰς δυναστείας”(外领、属国)。
- 5.34.11ὧν ἐγένετο πρῶτος Κλεομένης
关系代词“ὧν”是部分属格,先行词为前一句中的“ἐπιβούλους... καὶ πλείους”(若干阴谋反抗者)。
