- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.32.1-5.32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
作者引用了“良好的开端是成功的一半”这一古谚,但进一步论证在历史撰述中,开端更为关键,因为它直接影响到事件的最终结局。
τατον. οἱ μὲν γὰρ ἀρχαῖοι τὴν ἀρχὴν ἥμισυ τοῦ παντὸς εἶναι φάσκοντες μεγίστην παρῄνουν ποιεῖσθαι σπουδὴν ἐν ἑκάστοις ὑπὲρ τοῦ καλῶς ἄρξασθαι· δοκοῦντες1 δὴ λέγειν ὑπερβολικῶς ἐλλιπέστερόν μοι φαίνονται τῆς ἀληθείας εἰρηκέναι. θαρρῶν γὰρ ἄν τις εἴπειεν οὐχ ἥμισυ τὴν ἀρχὴν εἶναι τοῦ παντός, ἀλλὰ καὶ πρὸς τὸ τέλος διατείνειν.
[的事情]。古人说“良好开端是成功的一半”,并劝诫人们在每件事上都要尽最大努力开个好头;他们虽然看似言过其实,但在我看来,他们的说法反而不及真理。因为我们可以大胆地说,开端不仅是整体的一半,而且还一直延伸到终结。
πῶς γὰρ ἄρξασθαί τινος καλῶς οἷόν τε μὴ προπεριλαβόντα2 τῷ νῷ τὴν συντέλειαν τῆς ἐπιβολῆς μηδὲ γινώσκοντα ποῦ καὶ πρὸς τί καὶ τίνος χάριν ἐπιβάλλεται τοῦτο ποιεῖν;
因为,如果不先在心中把握住该企图的终结,也不清楚自己要在何处、朝着什么、为了什么目的而着手做这件事,又怎能把任何事情开个好头呢?
πῶς δὲ πάλιν οἷόν τε συγκεφαλαιώσασθαι πράγματα δεόντως μὴ συναναφέροντα τὴν ἀρχὴν πόθεν ἢ πῶς ἢ διὰ τί πρὸς τὰς ἐνεστώσας ἀφῖκται πράξεις;
而另一方面,若不把开端联系起来,不指出它们是从何处、如何或为何发展到当前的局势,又怎能妥善地总结这些事件呢?
διόπερ οὐχ ἕως τοῦ μέσου νομίζοντας διατείνειν τὰς ἀρχάς, ἀλλʼ ἕως τοῦ τέλους, πλείστην περὶ ταύτας ποιητέον σπουδὴν καὶ τοὺς λέγοντας3 καὶ τοὺς ἀκούοντας περὶ τῶν ὅλων. ὃ δὴ καὶ νῦν ἡμεῖς πειρασόμεθα ποιεῖν.
因此,应当认为开端不仅延伸到中途,而且一直延伸到终结,无论是撰写通史的人还是阅读通史的人,都必须对开端给予最大的关注。而这正是我们现在努力要去做的。
- 5.32.2δοκοῦντες
主格阳性复数分词,与动词 φαίνονται 的主语(指向 οἱ ἀρχαῖοι)一致。此处具有让步语气(“尽管他们看似……”)。
- 5.32.3μὴ προπεριλαβόντα
宾格阳性单数分词。它与非人称句型 οἷόν τε [ἐστί] 之后不定式 ἄρξασθαι 的暗示性泛指主语(τινά)一致。
- 5.32.5ποιητέον ... καὶ τοὺς λέγοντας
带有动词性形容词 ποιητέον(中性单数)的非人称句型。施事者由宾格(由 καὶ τοὺς λέγοντας 引导的分词句)表示,这是希腊化时期希腊语中用宾格代替古典时期与格表示行为者的常见现象。
