- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.17.1-5.17.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
叙述了莱库格斯围攻特格亚的失败、伊利斯人对迪迈的袭击以及多里马霍斯远征的挫败,随后记录了腓力五世抵达哥林多并向盟友发出动员令。
κατὰ δὲ τοὺς προειρημένους καιροὺς Λυκοῦργος ἐκ μὲν τῆς Μεσσηνίας οὐδὲν ἄξιον λόγου πράξας ἐπανῆλθε· μετὰ δὲ ταῦτα πάλιν ὁρμήσας ἐκ Λακεδαίμονος κατελάβετο τὴν τῶν Τεγεατῶν πόλιν.
在上述同一时期,莱库格斯从美塞尼亚返回,没有取得任何值得一提的成就;此后,他再次从拉刻代蒙出发,占领了特格亚人的城市。
τῶν δὲ σωμάτων ἀποχωρησάντων1 εἰς τὴν ἄκραν, ἐπεβάλετο πολιορκεῖν ταύτην. οὐδαμῶς δὲ δυνάμενος ἀνύειν οὐδὲν αὖτις ἀνεχώρησεν εἰς τὴν Σπάρτην.
当居民们退入卫城时,他企图对该地进行围攻。但由于完全无法取得任何进展,他再次撤回了斯巴达。
οἱ δʼ ἐκ τῆς Ἤλιδος καταδραμόντες τὴν Δυμαίαν καὶ τοὺς βοηθήσαντας τῶν ἱππέων εἰς ἐνέδραν ἐπαγαγόμενοι ῥᾳδίως ἐτρέψαντο, καὶ τῶν μὲν Γαλατικῶν οὐκ ὀλίγους κατέβαλον, τῶν δὲ πολιτικῶν αἰχμαλώτους ἔλαβον Πολυμήδη τε τὸν Αἰγιέα καὶ Δυμαίους Ἀγησίπολιν καὶ Διοκλέα.
另一方面,来自伊利斯的人们袭扰了迪迈亚地区,并将前来救援的骑兵引入埋伏圈,轻易地击溃了他们,并且击杀了不少加拉太雇佣兵,还俘虏了公民兵中的埃吉乌姆的波吕墨德斯,以及迪迈的人阿格西波利斯和迪奥克莱斯。
Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πεπεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν,2 τὸν δὲ Φίλιππον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορκίας· εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πετραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ ταῖς παρωρείαις προσανέχων διῆγε.
正如我上面所说,多里马霍斯曾率领埃托利亚人进行了第一次远征,确信自己能安全地劫掠色萨利,并迫使腓力放弃对帕莱的围攻;但发现克律索戈诺斯和佩特赖乌斯一派已在色萨利做好决战准备后,他不敢下到平原,而是继续留在山麓地带。
προσπεσούσης δʼ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν. καταλαβὼν δʼ ἀπηλλαγμένους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν ὑπελείπετο καὶ καθυστέρει πάντων·
但当马其顿人入侵埃托利亚的消息传来时,他放弃了在色萨利的行动,急忙前去救援。然而,当他发现马其顿人已经撤离埃托利亚时,他被抛在后面,凡事都迟了一步。
ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῆς Λευκάδος, καὶ πορθήσας ἐν παράπλῳ τὴν τῶν Οἰανθέων χώραν, κατῆρε μετὰ τοῦ στόλου παντὸς εἰς Κόρινθον.
而国王则从莱夫卡斯启航,在航行途中劫掠了奥安塞亚人的领土,并带着全体舰队抵达哥林多。
ὁρμίσας δὲ τὰς νῆας ἐν τῷ Λεχαίῳ τήν τε δύναμιν ἐξεβίβαζε καὶ τοὺς γραμματοφόρους διαπέστελλε πρὸς τὰς ἐν Πελοποννήσῳ συμμαχίδας πόλεις, δηλῶν τὴν ἡμέραν, ἐν ᾗ δεήσει3 πάντας μετὰ τῶν ὅπλων κοιταίους4 ἐν τῇ τῶν
在莱开翁停泊船只后,他让军队上陆,并向伯罗奔尼撒的同盟城市派出信使,指明所有人必须携带武器于黄昏前集合在的...的那一天。
- 5.17.2τῶν δὲ σωμάτων ἀποχωρησάντων
名词 σῶμα(字面意为‘身体’)在此指代‘居民’或‘公民’。在语法上,它与分词 ἀποχωρησάντων 一起构成属格绝对结构。
- 5.17.5αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν
由分词 πεπεισμένος 引导的带对格不定式结构。反身代词 αὑτόν 充当不定式 κατασύρειν 的逻辑主语。
- 5.17.9δεήσει
无人称动词 δεῖ 的将来时 δεήσει 用于关系从句中,表示未来将产生之必要性或义务。
- 5.17.9κοιταίους
形容词 κοιταῖος(意为‘就寝时’、‘黄昏时’)在此作谓语性使用,描述他们必须抵达的时间(‘在入夜前’)。
