- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.107.1-5.107.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
由于托勒密四世的失策,埃及出现叛乱迹象,安条克三世准备对阿开奥斯开战。与此同时,埃托利亚人对阿格劳斯缔结的全希腊和平感到不满。
εστώτων ἀκρισίαν. Πτολεμαίῳ γε μὴν εὐθέως ἀπὸ τούτων τῶν καιρῶν συνέβαινε γίνεσθαι τὸν πρὸς τοὺς Αἰγυπτίους πόλεμον.
[领导]者们的无判断力。然而,对于托勒密而言,正是从这时起,直截了当地爆发了针对埃及人的战争。
ὁ γὰρ προειρημένος βασιλεὺς καθοπλίσας τοὺς Αἰγυπτίους ἐπὶ τὸν πρὸς Ἀντίοχον πόλεμον πρὸς μὲν τὸ παρὸν ἐνδεχομένως ἐβουλεύσατο, τοῦ δὲ μέλλοντος ἠστόχησε·1
因为前述的国王为了针对安条克的战争而武装了埃及人,虽然在当时做出了适当的权宜之计,但在长远来看却失策了。
φρονηματισθέντες γὰρ ἐκ τοῦ περὶ Ῥαφίαν προτερήματος, οὐκέτι τὸ προσταττόμενον οἷοί τʼ ἦσαν ὑπομένειν, ἀλλʼ ἐζήτουν ἡγεμόνα καὶ πρόσωπον, ὡς ἱκανοὶ βοηθεῖν ὄντες αὑτοῖς. ὃ καὶ τέλος ἐποίησαν2 οὐ μετὰ πολὺν χρόνον.
因为他们因拉菲亚战役的胜利而意气风发,不再能够忍受被命令,而是寻求一位领袖和代理人,认为自己有能力自立。而不久之后,他们确实最终这样做了。
Ἀντίοχος δὲ μεγάλῃ παρασκευῇ χρησάμενος ἐν τῷ χειμῶνι, μετὰ ταῦτα τῆς θερείας ἐπιγενομένης ὑπερέβαλε τὸν Ταῦρον, καὶ συνθέμενος πρὸς Ἄτταλον τὸν βασιλέα κοινοπραγίαν ἐνίστατο τὸν πρὸς Ἀχαιὸν πόλεμον.
而安条克在冬季做了庞大的准备,此后当夏季到来时,他越过了托罗斯山脉,并与阿塔罗斯国王达成共同行动的协议,开始进行针对阿开奥斯的战争。
Αἰτωλοὶ δὲ παραυτὰ μὲν εὐδοκοῦντες τῇ γενομένῃ διαλύσει πρὸς τοὺς Ἀχαιούς, ὡς ἂν μὴ κατὰ γνώμην αὐτοῖς τοῦ πολέμου προκεχωρηκότος3 — διὸ καὶ στρατηγὸν Ἀγέλαον εἵλοντο τὸν Ναυπάκτιον, δοκοῦντα πλεῖστα συμβεβλῆσθαι πρὸς τὰς διαλύσεις —
另一方面,埃托利亚人虽然当时对与阿开亚人达成的和解感到满意,因为战争并没有按照他们的意愿进行——为此他们也选举了诺帕克特斯的阿格劳斯为将军,他被认为对实现和解做出了最大贡献——
οὐδένα χρόνον διαλιπόντες δυσηρέστουν καὶ κατεμέμφοντο τὸν Ἀγέλαον ὡς ὑποτετμημένον πάσας αὐτῶν τὰς ἔξωθεν ὠφελείας καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας, διὰ τὸ μὴ πρὸς τινάς, πρὸς πάντας δὲ τοὺς Ἕλληνας πεποιῆσθαι τὴν εἰρήνην.
没过多久,他们便心怀不满,并指责阿格劳斯,说他因为不是与某些人,而是与所有的希腊人缔结了和平,从而斩断了他们所有外部的利益和未来的希望。
ὁ δὲ προειρημένος ἀνὴρ ὑποφέρων τὴν προειρημένην τοιαύτην ἀλογίαν καὶ μέμψιν παρακατεῖχε τὰς ὁρμὰς αὐτῶν· διὸ καὶ καρτερεῖν οὗτοι μὲν ἠναγκάζοντο παρὰ φύσιν.
然而前述的那位男子承受着上述这种不合理的非难,克制住了他们的冲动;因此,他们被迫违反天性地忍耐着。
- 5.107.2τοῦ δὲ μέλλοντος ἠστόχησε
动词 ἠστόχησε(未中靶、失策)支配属格(τοῦ δὲ μέλλοντος)。与 πρὸς μὲν τὸ παρὸν(对于目前)的对比,突出了其在应对当前局势上的成功与对未来预测的失败之间的对立。
- 5.107.3ὃ καὶ τέλος ἐποίησαν
中性单数宾格关系代词 ὃ 指代前句所描述的整个行为(寻找领袖并试图自立)。τέλος 作副词性宾格,意为“终于”或“最后”。
- 5.107.5ὡς ἂν μὴ κατὰ γνώμην αὐτοῖς τοῦ πολέμου προκεχωρηκότος
由 ὡς 引导的属格绝对结构(此处有小词 ἂν,带出潜在性或假定语气),其中包含分词 προκεχωρηκότος,用于表示主观原因或预期的理由。αὐτοῖς 是表示关涉的与格(对他们而言)。整句表示“因为战争没有按照他们的意愿进行”。
