← 波利比奥斯

历史

§5.101.1-5.101.10

罗马败绩的消息与德米特里的进言

腓力在航行应对伊利里亚人海盗行为时,收到了罗马军队惨败于汉尼拔的消息。法罗斯的德米特里得知后,力劝国王尽快结束与埃托利亚人的战争,转向渡海前往意大利以确立世界霸权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.101.1

διόπερ ἀκούων τοὺς Σκερδιλαΐδου λέμβους περὶ Μαλέαν λῄζεσθαι καὶ πᾶσι τοῖς ἐμπόροις ὡς πολεμίοις χρῆσθαι, παρεσπονδηκέναι1 δὲ καὶ τῶν ἰδίων τινὰ πλοίων ἐν Λευκάδι συνορμήσαντα, καταρτίσας δώδεκα μὲν καταφράκτους ναῦς, ὀκτὼ δʼ ἀφράκτους, τριάκοντα δʼ ἡμιολίους, ἔπλει διʼ Εὐρίπου, σπεύδων μὲν καταλαβεῖν καὶ τοὺς Ἰλλυριούς, καθόλου δὲ μετέωρος ὢν ταῖς ἐπιβολαῖς2 ἐπὶ τὸν κατὰ τῶν Αἰτωλῶν πόλεμον διὰ τὸ μηδέν πω συνεικέναι τῶν ἐν Ἰταλίᾳ γεγονότων.

因此,在听说斯凯尔迪莱达斯的轻捷船在马勒阿海角附近进行掠夺,并将所有商人视同敌人对待,而且还对在莱乌卡斯与他们一同停泊的、属于他自己的一些船只违反了协定,他装备了十二艘有甲板的战船、八艘无甲板的战船和三十艘半列桨船,穿过埃夫里普斯海峡航行。他一方面急于也捕获那些伊利里亚人,另一方面由于对意大利所发生的事情还一无所知,因而在针对埃托利亚人的战争计划中普遍情绪高涨。

§5.101.3

συνέβαινε δέ, καθʼ οὓς καιροὺς ἐπολιόρκει τὰς Θήβας Φίλιππος, ἡττῆσθαι Ῥωμαίους ὑπʼ Ἀννίβου τῇ περὶ Τυρρηνίαν μάχῃ, τὴν δὲ φήμην ὑπὲρ τῶν γεγονότων μηδέπω προσπεπτωκέναι τοῖς Ἕλλησιν.

当时的情况是,就在腓力包围底比斯的那个时期,罗马人在蒂勒尼亚附近的战役中被汉尼拔击败,但关于这些事件的传闻尚未传到希腊人那里。

§5.101.4

ὁ δὲ Φίλιππος, τῶν λέμβων ὑστερήσας καὶ καθορμισθεὶς πρὸς Κεγχρεαῖς τὰς μὲν καταφράκτους ναῦς ἐξαπέστειλε, συντάξας περὶ Μαλέαν ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπʼ Αἰγίου καὶ Πατρῶν, τὰ δὲ λοιπὰ τῶν πλοίων ὑπερισθμίσας ἐν Λεχαίῳ παρήγγελλε πᾶσιν ὁρμεῖν.

腓力因未能赶上那些轻捷船而停泊在肯克雷埃,他派遣了有甲板的船只,命令它们绕过马勒阿海角航行,仿佛朝向埃吉乌姆和帕特雷;至于其余的船只,他则让人把它们拖过地峡送入莱哈伊翁,并下令所有船只在那里停泊。

§5.101.5

αὐτὸς δὲ κατὰ σπουδὴν ἧκε μετὰ φίλων ἐπὶ τὴν τῶν Νεμέων πανήγυριν εἰς Ἄργος.

他自己则与朋友们一起行色匆匆地前往阿耳戈斯,去参加尼米亚竞技会的盛典。

§5.101.6

ἄρτι δʼ αὐτοῦ θεωμένου τὸν ἀγῶνα τὸν γυμνικόν, παρῆν ἐκ Μακεδονίας γραμματοφόρος διασαφῶν ὅτι λείπονται3 Ῥωμαῖοι μάχῃ μεγάλῃ καὶ κρατεῖ τῶν ὑπαίθρων Ἀννίβας.

就在他观看体育竞技时,一个信使从马其顿赶来,说明罗马人在一场大战中落败,汉尼拔控制了野外战场。

§5.101.7

παραυτίκα μὲν οὖν Δημητρίῳ τῷ Φαρίῳ μόνῳ τὴν ἐπιστολὴν ἐπέδειξε, σιωπᾶν παρακελευσάμενος·

于是他当即只把信给法罗斯的德米特里一人看,并叮嘱他保持沉默。

§5.101.8

ὃς4 καὶ λαβόμενος τῆς ἀφορμῆς ταύτης τὸν μὲν πρὸς τοὺς Αἰτωλοὺς ᾤετο δεῖν τὴν ταχίστην ἀπορρῖψαι πόλεμον, ἀντέχεσθαι δὲ τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων ἠξίου καὶ τῆς εἰς Ἰταλίαν διαβάσεως.

后者抓住这个契机,认为应当尽快结束与埃托利亚人的战争,并极力主张他专注于伊利里亚的事务以及渡海前往意大利。

§5.101.9

τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα πάντα καὶ νῦν ἤδη ποιεῖν αὐτῷ τὸ προσταττόμενον ἔφη καὶ μετὰ ταῦτα ποιήσειν, Ἀχαιῶν μὲν ἐθελοντὴν εὐνοούντων, Αἰτωλῶν δὲ καταπεπληγμένων ἐκ τῶν συμβεβηκότων αὐτοῖς κατὰ τὸν ἐνεστῶτα πόλεμον· τὴν δʼ Ἰταλίαν ἔφη καὶ τὴν ἐκεῖ διάβασιν ἀρχὴν εἶναι τῆς ὑπὲρ τῶν ὅλων ἐπιβολῆς, ἣν οὐδενὶ καθήκειν μᾶλλον ἢ ʼκείνῳ5 τὸν

因为他说,希腊的所有事务即使在现在也已经顺从他的旨意,而且此后也会如此,因为阿开亚人是自愿抱持好意,而埃托利亚人则因在当下的战争中遭遇的变故而惊恐万分;此外,他说意大利以及前往该地的渡海行动正是确立世界霸权的开端,而这一计划比任何人都更适合他,而[那个]

语法注5 条
  1. 5.101.1παρεσπονδηκέναι

    属于由分词 ἀκούων 引导的带宾格不定式结构。不定式的逻辑主语是前文提及的“斯凯尔迪莱达斯的人马”,而 τινὰ(某些船只)是直接宾语,τῶν ἰδίων πλοίων 为其部分属格。分词 συνορμήσαντα 为中性复数宾格,与 τινά 一致。

  2. 5.101.2μετέωρος ὢν ταῖς ἐπιβολαῖς

    形容词 μετέωρος(悬空、兴奋、热切)与表示方面或原因的与格 ταῖς ἐπιβολαῖς(在计划/企图上)相结合。这里用以描绘腓力在对意大利战局尚不知情的情况下,对针对埃托利亚人的战争计划充满热忱、情绪高涨的状态。

  3. 5.101.6λείπονται

    动词 λείπω 的现在时被动语态(或中间语态)。在间接引语的 ὅτι 从句中,它作为历史现在时使用,生动地传达了罗马人败北这一已发生的历史事实。

  4. 5.101.8ὃς

    关系代名词置于句首,作为指示代名词(“而他……”)承接前一句的主语(德米特里),并作主句主语。这是历史叙事散文中常见的“连接性关系词(relative connection)”用法。

  5. 5.101.10ἣν οὐδενὶ καθήκειν μᾶλλον ἢ ʼκείνῳ

    纳入间接引语中的关系从句。关系代名词 ἣν 以 ἐπιβολῆς(计划/企图)为先行词,并作为无人称动词 καθήκει(属于、适合)的不定式形式 καθήκειν 的主语(宾格)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.101.1-5.101.10