- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.83.1-4.83.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
腓力国王收复了被伊利斯人占领的泰霍斯要塞并将其归还给迪美人,随后劫掠了伊利斯领地并返回迪美。
μετὰ δὲ ταῦτα ἀναζεύξας ὁ βασιλεύς, καὶ ποιησάμενος τὴν πορείαν διὰ Πατρῶν καὶ Δύμης, ἧκε πρὸς τὸ φρούριον, ὃ καλεῖται μὲν Τεῖχος, πρόκειται δὲ τῆς Δυμαίων χώρας· κατέσχον δʼ αὐτὸ μικροῖς ἔμπροσθεν χρόνοις,1 καθάπερ ἀνώτερον εἶπον, οἱ περὶ τὸν Εὐριπίδαν.
在此之后,国王拔营出发,途经巴特赖和迪美,抵达了一座被称为泰霍斯的要塞。该要塞坐落在迪美领土的前方;正如我上面所说,不久前,欧里庇达斯及其党羽占领了它。
σπεύδων δὴ τοῦτο κατὰ πάντα τρόπον ἀνακομίσασθαι τοῖς Δυμαίοις,2 προσεστρατοπέδευσε μετὰ πάσης δυνάμεως.
他急于通过各种方式为迪美人们收复此地,于是率领全军在其附近安营扎寨。
καταπλαγέντες δʼ οἱ φυλάττοντες τῶν Ἠλείων παρέδοσαν τὸ φρούριον τῷ Φιλίππῳ, χωρίον οὐ μέγα μέν, ἠσφαλισμένον δὲ διαφερόντως· τὴν μὲν γὰρ περίμετρον εἶχεν οὐ πλείω τριῶν ἡμισταδίων, τὸ δʼ ὕψος τοῦ τείχους3 οὐδαμῇ τριάκοντα πήχεων ἔλαττον.
驻守的伊利斯人惊恐万分,将要塞献给了腓力。这是一个面积不大,但防守极其严密的地方;因为它的周长不超过一个半斯塔德,而城墙的高度在任何地方都不少于三十腕尺。
παραδοὺς δὲ τοῦτο τοῖς Δυμαίοις ἐπῄει πορθῶν τὴν τῶν Ἠλείων χώραν· φθείρας δὲ ταύτην, καὶ πολλὴν περιβαλόμενος λείαν, ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς τὴν Δύμην.
他将此地移交给迪美人们后,便继续前进,一路劫掠伊利斯人的领土;在蹂躏了该地并夺取了大量战利品之后,他率领军队返回了迪美。
- 4.83.1μικροῖς ἔμπροσθεν χρόνοις
与格短语 μικροῖς ... χρόνοις 起到表示差异程度的与格作用,修饰副词 ἔμπροσθεν(在……之前),意为“不久前”。
- 4.83.2ἀνακομίσασθαι τοῖς Δυμαίοις
τοῖς Δυμαίοις 是利益与格(dativus commodi),与中间态不定式 ἀνακομίσασθαι(为自己收复)连用,表示“为迪美人收复”。
- 4.83.4τὴν μὲν γὰρ περίμετρον εἶχεν ... τὸ δʼ ὕψος τοῦ τείχους ...
动词 εἶχεν 的主语是前句中的“要塞”(τὸ φρούριον),而 περίμετρον 是其直接宾语。在后半句中省略了系动词(如 ἦν)。πήχεων 是受比较级 ἔλαττον 修饰的比较属格。
