- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.77.1-4.77.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
叙述了腓力作为统治者的杰出天赋及其向三斐利亚进军的经过,同时提及埃托利亚人为应对其攻势而向厄利斯人派遣援军。
Φίλιππος μὲν οὖν κατὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἐν τοῖς ὑπαίθροις συνδιατρίβοντας καὶ κατὰ τὴν ἐν τοῖς πολεμικοῖς πρᾶξιν καὶ τόλμαν οὐ μόνον παρὰ τοῖς στρατευομένοις, ἀλλὰ καὶ παρὰ τοῖς λοιποῖς πᾶσι Πελοποννησίοις εὐδοκίμει.
腓力无论是在与军营中共同生活的人交往时,还是在战争中的行动与果敢上,不仅在随军参战的人当中,而且在所有其他伯罗奔尼撒人中间,都享有极高的声誉。
βασιλέα γὰρ πλείοσιν ἀφορμαῖς ἐκ φύσεως κεχορηγημένον πρὸς πραγμάτων κατάκτησιν οὐκ εὐμαρὲς εὑρεῖν·1
因为要找到一个天生具备更多夺取权力之资赋的国王,并非易事。
καὶ γὰρ ἀγχίνοια καὶ μνήμη καὶ χάρις ἐπῆν αὐτῷ διαφέρουσα, πρὸς δὲ τούτοις ἐπίφασις βασιλικὴ καὶ δύναμις, τὸ δὲ μέγιστον, πρᾶξις καὶ τόλμα πολεμική.
事实上,他拥有出众的机智、记忆力和非凡的魅力,此外还有国王的威仪与威信,而最重要的是,在战争中的行动力和胆识。
καὶ τί δή ποτʼ ἦν τὸ ταῦτα πάντα καταγωνισάμενον καὶ ποιῆσαν ἐκ βασιλέως εὐφυοῦς τύραννον ἄγριον οὐκ εὐχερὲς διὰ βραχέων δηλῶσαι. διὸ καὶ περὶ μὲν τούτων σκέπτεσθαι καὶ διαπορεῖν ἄλλος ἁρμόσει καιρὸς μᾶλλον τοῦ νῦν ἐνεστῶτος·
究竟是什么克服了所有这些品质,并使一位天赋异禀的国王变成了一个残暴的僭主,这并非三言两语所能说清。因此,考察和探讨这些问题,其他时机将比现在更为合适。
ὁ δὲ Φίλιππος ἐκ τῆς Ὀλυμπίας ἀναζεύξας τὴν ἐπὶ Φαραίαν2 παρῆν εἰς Τέλφουσαν κἀκεῖθεν εἰς Ἡραίαν. καὶ τὴν μὲν λείαν ἐλαφυροπώλει, τὴν δὲ γέφυραν ἐπεσκεύαζε τὴν κατὰ τὸν Ἀλφειόν, βουλόμενος ταύτῃ ποιήσασθαι τὴν εἰς τὴν Τριφυλίαν εἰσβολήν.
与此同时,腓力从奥林匹亚出发,沿着通往法莱亚的道路,抵达特尔普萨,并从那里前往赫莱亚。他变卖了战利品,并修复了阿尔斐俄斯河上的桥梁,企图通过此路入侵三斐利亚。
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγός, δεομένων τῶν Ἠλείων σφίσι βοηθεῖν πορθουμένοις, ἑξακοσίους Αἰτωλοὺς καὶ στρατηγὸν Φιλλίδαν αὐτοῖς ἐξέπεμψεν.
就在同一时期,埃托利亚人的将军多里马科斯,因厄利斯人在遭受蹂躏时请求援助,向他们派遣了六百名埃托利亚人和将军菲利达斯。
ὃς παραγενόμενος εἰς τὴν Ἠλείαν, καὶ παραλαβὼν τοὺς μισθοφόρους τῶν Ἠλείων, ὄντας εἰς πεντακοσίους, καὶ πολιτικοὺς χιλίους, ἅμα δὲ τούτοις τοὺς Ταραντίνους, ἧκε βοηθῶν εἰς τὴν Τριφυλίαν, ἣ τῆς μὲν προσηγορίας τέτευχε ταύτης ἀπὸ Τριφύλου τῶν Ἀρκάδος παίδων ἑνός, κεῖται δὲ τῆς Πελοποννήσου παρὰ θάλατταν μεταξὺ τῆς Ἠλείων καὶ Μεσσηνίων χώρας, τέτραπται δʼ εἰς τὸ Λιβυκὸν πέλαγος, ἐσχατεύουσα τῆς Ἀρκαδίας ὡς πρὸς χειμερινὰς δύσεις, ἔχει δʼ ἐν αὑτῇ πόλεις ταύτας, Σαμικόν, Λέπρεον, Ὕπαναν, Τυπανέας, Πύργον, Αἴπιον, Βώλακα, Στυλάγγιον, Φρίξαν.
菲利达斯抵达厄利斯,带领大约五百名厄利斯雇佣兵和一千名公民兵,并与塔兰托人兵一同,来到三斐利亚进行援助。这一地区得名于阿卡斯之子之一的三斐洛斯,它位于伯罗奔尼撒半岛的沿海地带,处于厄利斯人和美塞尼亚人的领土之间,面向利比亚海,在西南方向与阿卡迪亚接壤。它境内拥有以下城市:萨米孔、莱普雷翁、许帕纳、蒂帕内埃、皮尔戈斯、埃皮翁、博拉克斯、斯蒂兰吉翁、普里克萨。
ὧν ὀλίγοις χρόνοις πρότερον ἐπικρατήσαντες Ἠλεῖοι προσελάβοντο καὶ τὴν τῶν Ἀλιφειρέων πόλιν, οὖσαν ἐξ ἀρχῆς ὑπʼ Ἀρκαδίαν [καὶ Μεγαλόπολιν], Λυδιάδου τοῦ Μεγαλοπολίτου κατὰ τὴν τυραννίδα πρός τινας ἰδίας πράξεις ἀλλαγὴν δόντος τοῖς Ἠλείοις.3
厄利斯人在不久前占领了这些城市,随后又夺取了阿里菲拉人的城市,该城市起初属于阿卡迪亚[和梅加洛波利斯],由梅加洛波利斯的吕迪亚达斯在其僭主统治期间,为了其某些个人私人交易而作为交换给予了厄利斯人。
- 4.77.2βασιλέα γὰρ πλείοσιν ἀφορμαῖς ἐκ φύσεως κεχορηγημένον πρὸς πραγμάτων κατάκτησιν οὐκ εὐμαρὲς εὑρεῖν
这是一个非人称表达 οὐκ εὐμαρές [ἐστι](并非易事),后接不定式 εὑρεῖν(寻找),该不定式带有宾格名词短语 βασιλέα... κεχορηγημένον(一位……的国王)作为其直接宾语。虽然它形式上类似于带有主语的宾格不定式(A.C.I.)结构,但在此处作该不定式的直接宾语,意为“寻找一位……的国王并非易事”。
- 4.77.5τὴν ἐπὶ Φαραίαν
阴性单数宾格冠词 τὴν 与表示方向的介词短语 ἐπὶ Φαραίαν(通往法莱亚)连用,中间省略了名词 ὁδόν(道路),是一种惯用表达,意为“沿着通往法莱亚的道路”。
- 4.77.10Λυδιάδου τοῦ Μεγαλοπολίτου κατὰ τὴν τυραννίδα πρός τινας ἰδίας πράξεις ἀλλαγὴν δόντος τοῖς Ἠλείοις
由属格名词 Λυδιάδου 与属格不定过去时分词 δόντος 构成的属格绝对(独立属格)结构。它起到了解释相对于主句历史过去时的背景情况或原因/理由(“因为吕迪亚达斯给予……”)的作用。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
