- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.55.1-4.55.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
波利里尼乌斯人和拉帕人与腓力国王及阿开亚人结盟并获得援军,借此迫使埃留特纳人等脱离与克诺索斯的同盟。同时,双方互派克里特士兵赴希腊本土作战,而戈尔廷流亡者占领了港口并开始对城内开战。
Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντεχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δʼ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ συμμαχίας.
波利里尼乌斯人、拉帕人及其所有盟友,看到克诺索斯人坚持与埃托利亚人结盟,又看到埃托利亚人是腓力国王和阿开亚人共同的敌人,便向国王和阿开亚人派遣使节,请求援助并缔结同盟。
οἱ δʼ Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοήθειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας ἑκατόν.
阿开亚人和腓力接纳他们加入了共同同盟,并派遣了一支由普拉托尔指挥的四百名伊利里亚人、二百名阿开亚人和一百名福基斯人组成的援军。
οἳ1 καὶ παραγενόμενοι μετʼ οὐ πολὺ πάλιν ἀπέπλευσαν μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πολυρρηνίοις καὶ τοῖς τούτων συμμάχοις· πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες2 τούς τʼ Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτεραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων. τούτων δὲ γενομένων, ἐξαπέστειλαν Πολυρρήνιοι μὲν καὶ μετὰ τούτων οἱ σύμμαχοι Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς πεντακοσίους Κρῆτας, Κνώσιοι δὲ μικρῷ πρότερον ἐξαπεστάλκεισαν χιλίους τοῖς Αἰτωλοῖς. οἳ καὶ συνεπολέμουν ἀμφοτέροις τὸν ἐνεστῶτα πόλεμον.
这些人抵达后,在给波利里尼乌斯人及其盟友带来巨大的力量提升之后,不久便再次乘船离去;因为他们在极短的时间内,就将埃留特纳人、库多尼亚人以及阿普特拉人围困在城墙内,迫使他们脱离与克诺索斯人的同盟,并与自己共享同样的希望。这些事情发生之后,波利里尼乌斯人及其盟友向腓力和阿开亚人派遣了五百名克里特人,而克诺索斯人则在不久前向埃托利亚人派遣了一千人。这些克里特人在当前的战争中与双方共同作战。
κατελάβοντο δὲ καὶ τὸν λιμένα τῶν Φαιστίων οἱ τῶν Γορτυνίων φυγάδες· ὁμοίως δὲ καὶ τὸν αὐτῶν τῶν Γορτυνίων3 παραβόλως διακατεῖχον, καὶ προσεπολέμουν ἐκ τούτων ὁρμώμενοι τῶν τόπων τοῖς ἐν τῇ πόλει.
此外,戈尔廷的流亡者占领了斐斯托斯人的港口;同样地,他们也冒着危险死守着戈尔廷人自己的港口,并以这些地方为基地,向城内的居民发动战争。
- 4.55.3οἳ
关系代词 οἵ 用于句首起连接作用(关系联接),相当于指示代词(“他们”),指代前文提到的援助部队。
- 4.55.4τειχήρεις καταστήσαντες
形容词 τειχήρεις(被围困在城墙内的)与动词 καθίστημι(使处于……状态)的分词形式 καταστήσαντες 结合,意为“使(敌人)处于被围困在城内(被包围)的状态”。
- 4.55.6τὸν αὐτῶν τῶν Γορτυνίων
定冠词 τὸν 后面省略了一个名词。从上下文来看,省略了前句中的 τὸν λιμένα(港口),指代“戈尔廷人自己的港口”。
