- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.28.1-4.28.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
历史学家波里比阿解释了他为何在此时(第140届奥林匹亚德)将此前分开叙述的希腊、意大利和亚洲历史整合为一部相互交织的通史,并阐明了其叙述方法的逻辑与意图。
ταῦτα δʼ ἐπράττετο κατὰ τοὺς αὐτοὺς καιροὺς καθʼ οὓς Ἀννίβας, γεγονὼς ἤδη κύριος τῶν ἐντὸς Ἴβηρος ποταμοῦ πάντων, ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὴν Ζακανθαίων πόλιν.
这些事情发生于同一时期,当时汉尼拔已经控制了埃布罗河以南的所有地区,并正向扎坎塔人的城市发起进攻。
εἰ μὲν οὖν τὰς πρώτας ἐπιβολὰς τὰς Ἀννίβου ταῖς Ἑλληνικαῖς πράξεσιν ἀπʼ ἀρχῆς εὐθέως ἐπιπεπλέχθαι συνέβαινε, δῆλον ὡς ἐν τῇ προτέρᾳ βύβλῳ περὶ τούτων ἂν ἡμᾶς ἐναλλὰξ ἔδει καὶ κατὰ παράθεσιν τοῖς Ἰβηρικοῖς πεποιῆσθαι τὴν ἐξήγησιν, ἀκολουθοῦντας τοῖς καιροῖς·
因此,如果汉尼拔最初的尝试从一开始就直接与希腊的事务交织在一起,显然,在我们的前一本书中,我们就应当遵循时间的顺序,将这些事务与伊比利亚的事件交替并列地进行叙述。
ἐπεὶ δὲ1 τά τε κατὰ τὴν Ἰταλίαν καὶ κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὴν Ἀσίαν τὰς μὲν ἀρχὰς τῶν πολέμων τούτων ἰδίας εἰλήφει, τὰς δὲ συντελείας κοινάς, καὶ τὴν ἐξήγησιν περὶ αὐτῶν ἐκρίναμεν ποιήσασθαι κατʼ ἰδίαν, ἕως ἂν ἐπὶ τὸν καιρὸν ἔλθωμεν τοῦτον ἐν ᾧ συνεπλάκησαν αἱ προειρημέναι πράξεις ἀλλήλαις καὶ πρὸς ἓν τέλος ἤρξαντο τὴν ἀναφορὰν ἔχειν —
但是,由于意大利、希腊和亚洲的事件在这些战争的起初是各自独立的,但在终结时却是共同的,而且我们决定对它们分别进行叙述,直到我们来到前述事件相互交织并开始指向单一终点的这一时刻——
οὕτως γὰρ ἥ τε περὶ τὰς ἀρχὰς ἑκάστων ἔσται διήγησις σαφὴς ἥ τε συμπλοκὴ καταφανής, περὶ ἧς ἐν ἀρχαῖς ἐνεδειξάμεθα, παραδείξαντες πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας γέγονε — λοιπὸν ἤδη2 κοινὴν ποιήσασθαι περὶ πάντων τὴν ἱστορίαν.
——因为这样一来,关于各自起因的叙述将会十分清晰,而我们在开篇时所指出的那种交织(我们当时已阐明了它是何时、如何以及因何原因产生的)也将变得一目了然——现在剩下的就是对所有这些事务进行共同的历史叙述。
ἐγένετο δʼ ἡ συμπλοκὴ τῶν πράξεων περὶ τὴν τοῦ πολέμου συντέλειαν κατὰ τὸ τρίτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος. διὸ καὶ τὰ μετὰ ταῦτα κοινῇ τοῖς καιροῖς ἀκολουθοῦντες ἐξηγησόμεθα, τὰ δὲ πρὸ τοῦ3 κατʼ ἰδίαν, ὡς εἶπα, προσαναμιμνήσκοντες μόνον τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλωμένων, ἵνα μὴ μόνον εὐπαρακολούθητος, ἀλλὰ καὶ καταπληκτικὴ γίνηται τοῖς προσέχουσιν ἡ διήγησις.
事件的这一交织发生在第一百四十届奥林匹亚德的第三年,大约在战争结束的时候。因此,对于在此之后的事件,我们将遵循时间顺序进行共同叙述,而对于在此之前的事件,我们则分别叙述,正如我所说,仅仅提醒读者注意在上一本书中已说明的发生于同一时期的事件,以便使这一叙述不仅易于理解,而且能对专注的读者产生强烈的印象。
- 4.28.3ἐπεὶ δὲ ...
由 ἐπεὶ δὲ 引导的从句跨度很长,在 §4.28.4 中被插入句 οὕτως γὰρ... 打断,最终在 §4.28.4 末尾与主句 λοιπὸν [ἐστι] ἤδη... 相联结。
- 4.28.4λοιπὸν ἤδη
无人称结构,中性形容词 λοιπόν 作表语,省略了系动词 ἐστί(或 ἂν εἴη),并以不定式 ποιήσασθαι 作为其主语,意为“现在剩下的就是进行……”。
- 4.28.5τὰ δὲ πρὸ τοῦ
πρὸ τοῦ(在此之前)是带有古指示代名词属格 τοῦ 的介词短语。在此被名词化为中性复数宾格,作 ἐξηγησόμεθα(我们将叙述)的宾语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
