- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.21.1-4.21.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
作者探讨了阿卡迪亚恶劣的环境对居民性格的影响,以及为柔化性格而引入各种习俗的作用,并阐明了奇奈萨人因忽视这些习俗而变得野蛮并遭到其他城邦排斥的过程。
οἱ νέοι.1 ταῦτά τέ μοι δοκοῦσιν οἱ πάλαι παρεισαγαγεῖν οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες μὲν τὴν ἑκάστων αὐτουργίαν καὶ συλλήβδην τὸ τῶν βίων ἐπίπονον καὶ σκληρόν, θεωροῦντες δὲ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, ᾧ συνεξομοιοῦσθαι πεφύκαμεν2 πάντες ἄνθρωποι κατʼ ἀνάγκην·
青年们(正是如此)。在我看来,古人引入这些习惯并不是为了奢华和富足,而是因为他们看到了每个人亲自劳动的艰辛,总而言之,看到了他们生活的劳苦和艰难,并且看到了他们性格的严苛——这种性格是由于他们所在地区普遍存在的阴冷和郁闷的环境而伴随他们的,而我们所有人类在天性上都必然会同化于这种环境。
οὐ γὰρ διʼ ἄλλην, διὰ δὲ ταύτην τὴν αἰτίαν κατὰ τὰς ἐθνικὰς καὶ τὰς ὁλοσχερεῖς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσί τε καὶ μορφαῖς καὶ χρώμασιν, ἔτι δὲ τῶν ἐπιτηδευμάτων τοῖς πλείστοις.
因为正是出于这一原因,而不是其他原因,我们在民族和整体的地域划分上,在性格、体貌和肤色上,以及在绝大多数的习俗上,彼此之间存在着极大的差异。
βουλόμενοι δὲ μαλάττειν καὶ κιρνᾶν τὸ τῆς φύσεως αὔθαδες καὶ σκληρόν, τά τε προειρημένα πάντα παρεισήγαγον, καὶ πρὸς τούτοις συνόδους κοινὰς καὶ θυσίας πλείστας ὁμοίως ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, καὶ συλλήβδην πᾶν ἐμηχανήσαντο, σπεύδοντες τὸ τῆς ψυχῆς ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραΰνειν.
顺应着想要柔化和调和天性中的固执与刚硬的愿望,他们引入了前述的所有习惯,此外,他们还让男女同样参加的共同集会和频繁的祭祀成为习惯,乃至让少女和儿童一同进行的合唱舞蹈也成为习惯。总而言之,他们想方设法,力图通过习惯的培养来驯化和温和灵魂的顽固。
ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καὶ ταῦτα.3 πλείστης δεόμενοι τῆς τοιαύτης ἐπικουρίας διὰ τὸ σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ἔχειν ἀέρα καὶ τόπον, πρὸς αὐτὰς δὲ τὰς ἐν ἀλλήλοις διατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες, τέλος ἀπεθηριώθησαν οὕτως ὥστε μηδʼ ἐν ὁποίᾳ γεγονέναι τῶν Ἑλληνίδων πόλεων ἀσεβήματα μείζονα καὶ συνεχέστερα.
然而奇奈萨人完全忽视了这些,而且,尽管由于他们拥有阿卡迪亚最恶劣的气候和土地,因而最需要这种帮助,但他们却放任自己陷入彼此间的冲突和竞争,最终他们变得如此野蛮,以至于在任何其他希腊城邦中都没有发生过更大或更频繁的亵渎神明之行。
σημεῖον δὲ τῆς Κυναιθέων ἀτυχίας4 περὶ τοῦτο τὸ μέρος καὶ τῆς τῶν ἄλλων Ἀρκάδων τοῖς τοιούτοις τῶν ἐπιτηδευμάτων δυσαρεστήσεως·
奇奈萨人在这一方面的厄运,以及其他阿卡迪亚人对这种行为的厌恶,有一个证据:
καθʼ οὓς γὰρ καιροὺς τὴν μεγάλην σφαγὴν ποιήσαντες Κυναιθεῖς ἐπρέσβευσαν πρὸς Λακεδαιμονίους, εἰς ἃς πόλεις ποτʼ Ἀρκαδικὰς εἰσῆλθον κατὰ τὴν ὁδόν, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν, Μαντινεῖς δὲ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καὶ καθαρμὸν ἐποιήσαντο καὶ σφάγια περιήνεγκαν τῆς τε πόλεως κύκλῳ καὶ τῆς χώρας πάσης.
因为在奇奈萨人制造了大屠杀并向拉刻代蒙人派遣使节的时候,在他们沿途所进入的任何阿卡迪亚城市中,其他所有人都立即下令驱逐他们;而曼提尼亚人在他们离开后,甚至举行了净化仪式,并将牺牲的祭品绕着城市和整个领土巡行了一圈。
ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω χάριν τοῦ μὴ διὰ μίαν πόλιν τὸ κοινὸν ἦθος διαβάλλεσθαι5 τῶν Ἀρκάδων, ὁμοίως δὲ καὶ τοῦ μὴ νομίσαντας ἐνίους τῶν κατοικούντων τὴν Ἀρκαδίαν περιουσίας χάριν τὰ κατὰ μουσικὴν ἐπὶ πλεῖον ἀσκεῖσθαι παρʼ αὑτοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοῦ μέρους, ἔτι δὲ καὶ Κυναιθέων ἕνεκεν, ἵνʼ ἄν ποτʼ αὐτοῖς ὁ θεὸς εὖ δῷ, τραπέντες πρὸς παιδείαν ἡμερῶσιν αὑτούς, καὶ μάλιστα ταύτης πρὸς μουσικήν· οὕτως γὰρ μόνως ἂν λήξαιεν τῆς τότε περὶ αὐτοὺς γενομένης ἀγριότητος.
因此,我们说这些话,一方面是为了不让阿卡迪亚人的共同性格因为一个城市而受到诽谤,另一方面也是为了不让一些居住在阿卡迪亚的人认为在他们中间广泛练习音乐只是为了富足,从而企图忽视这一部分;此外也是为了奇奈萨人,以便如果有一天神赐予他们恩惠,他们可以通过转向教育(特别是音乐这一部分)来使自己变得温和;因为只有这样,他们才能摆脱当时降临在他们身上的野蛮。
ἡμεῖς δʼ ἐπειδὴ τὰ περὶ Κυναιθέων ὑποπίπτοντα δεδηλώκαμεν, αὖτις ἐπὶ τὴν ἐκτροπὴν ἐπάνιμεν.
既然我们已经阐明了有关奇奈萨人的事件,我们将再次回到脱离正题的地方。
- 4.21.1οἱ νέοι.
置于句首的主格,用以明确指明前一章末尾(§4.20.12)动词 ἐπιδείκνυνται(展示)的主语。在句法上充当前句的倒置主语。
- 4.21.1ᾧ συνεξομοιοῦσθαι πεφύκαμεν
关系代名词 ᾧ 的先行词是 τοῦ περιέχοντος,意为“周围的环境”或“气候”。动词 πεφύκαμεν 结合不定式,用以解释人类天生具有同化于环境的必然性。
- 4.21.5καὶ ταῦτα.
意为“而且”、“尤其是当……时”的习惯用法。在此处与分词短语 πλείστης δεόμενοι... 连用,具有让步意味,即“尽管他们正处于最需要此类帮助的情况下”。
- 4.21.7σημεῖον δὲ τῆς Κυναιθέων ἀτυχίας
省略了主要动词的名词性句子,起到了“这就是……的证据”的作用。随后的 καθʼ οὓς γὰρ...(因为在……的时候)通过具体叙述对这一论点进行了支撑。
- 4.21.10τοῦ μὴ ... διαβάλλεσθαι
由属格冠词 τοῦ + 否定词 μή + 不定式构成的句式,表示目的或预防。与起介词作用的属格 χάριν(为了)并列,表示“为了不让阿卡迪亚人的共同性格受到诽谤”。
