← 波利比奥斯

历史

§4.18.1-4.18.12

奇奈萨的陷落与埃托利亚人的劫掠

记述埃托利亚人利用归来的奇奈萨军事长官的背叛攻入城内,对包括叛徒在内的居民进行屠杀和掠夺,随后威胁路索伊的阿耳忒弥斯神庙却被安抚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18.1

ψασαν ἄρδην ἀπολέσαι.1 τὴν δὲ πρᾶξιν τοιᾷδέ τινι τόλμῃ καὶ τοιούτῳ τρόπῳ συνεστήσαντο.

[祖国]彻底毁灭。他们以如下的胆量和方式策划了这一行动。

§4.18.2

πολέμαρχοι τῶν κατεληλυθότων τινὲς ἐγεγόνεισαν· ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν κλείειν2 τὰς πύλας καὶ τὸν μεταξὺ χρόνον κυριεύειν τῶν κλειδῶν, ποιεῖσθαι δὲ καὶ τὸ καθʼ ἡμέραν τὴν δίαιταν ἐπὶ τῶν πυλώνων.

归来者中的一些人当选为军事长官;这一官职的职责是关闭城门,在期间控制钥匙,并在城门处度过日常起居。

§4.18.3

οἱ μὲν οὖν Αἰτωλοὶ διεσκευασμένοι καὶ τὰς κλίμακας ἑτοίμας ἔχοντες ἐπετήρουν τὸν καιρόν· οἱ δὲ πολεμαρχοῦντες τῶν φυγάδων κατασφάξαντες τοὺς συνάρχοντας ἐπὶ τοῦ πυλῶνος ἀνέῳξαν τὴν πύλην.

于是,埃托利亚人装备齐全并备好梯子,等待着时机;而担任军事长官的流亡者们在城门处杀死了他们的同僚,打开了城门。

§4.18.5

οὗ συμβάντος τινὲς μὲν τῶν Αἰτωλῶν διὰ ταύτης εἰσέπιπτον, τινὲς δὲ τὰς κλίμακας προσερείσαντες ἐβιάσαντο διὰ τούτων καὶ κατελάμβανον τὸ τεῖχος. οἱ δʼ ἐν τῇ πόλει πάντες, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς συντελουμένοις, ἀπόρως καὶ δυσχρήστως εἶχον πρὸς τὸ συμβαῖνον· οὔτε γὰρ πρὸς τοὺς διὰ τῆς πύλης εἰσπίπτοντας οἷοί τʼ ἦσαν βοηθεῖν ἀπερισπάστως διὰ τοὺς πρὸς τὰ τείχη προσβάλλοντας, οὐδὲ μὴν τοῖς τείχεσιν ἐπαμύνειν3 διὰ τοὺς τῇ πύλῃ βιαζομένους.

此事发生后,一部分埃托利亚人从这扇门冲入,另一部分人架起梯子强行攻上,占领了城墙。城内的所有人,对发生的一切感到惊恐万分,面对眼前的局势束手无策、陷入困境;因为面对从城门冲入的敌人,他们由于城墙受到攻击而无法专心御敌,同时由于敌人在城门强攻,他们也无法防守城墙。

§4.18.7

οἱ δʼ Αἰτωλοὶ διὰ ταύτας τὰς αἰτίας ταχέως ἐγκρατεῖς γενόμενοι τῆς πόλεως, τῶν ἀδίκων ἔργων ἓν τοῦτʼ ἔπραξαν δικαιότατον· πρώτους γὰρ τοὺς εἰσαγαγόντας καὶ προδόντας αὐτοῖς τὴν πόλιν κατασφάξαντες διήρπασαν τοὺς τούτων βίους.

由于这些原因,埃托利亚人迅速控制了城市,在他们的众多不义之举中,唯独这件事做得最为公正:他们最先杀死了那些引狼入室、向他们出卖城市的人,并洗劫了这些人的财产。

§4.18.8

ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ἐχρήσαντο πᾶσι· τὸ δὲ τελευταῖον ἐπισκηνώσαντες ἐπὶ τὰς οἰκίας ἐξετοιχωρύχησαν μὲν τοὺς βίους, ἐστρέβλωσαν δὲ πολλοὺς τῶν Κυναιθέων, οἷς ἠπίστησαν ἔχειν κεκρυμμένα4 διάφορον ἢ κατασκευάσματʼ ἤπερ ἄλλο τι τῶν πλείονος ἀξίων.

他们对其他所有人也采取了同样的手法;最后,他们强占民宅,搜刮财物,并对许多奇奈萨人施以酷刑,怀疑他们藏匿了金钱、器皿或其他更有价值的东西。

§4.18.9

τοῦτον δὲ τὸν τρόπον λωβησάμενοι τοὺς Κυναιθεῖς ἀνεστρατοπέδευσαν, ἀπολιπόντες φυλακὴν τῶν τειχῶν, καὶ προῆγον ὡς ἐπὶ Λούσων·

他们以此种方式蹂躏了奇奈萨人后,留下看守城墙的卫队便撤营离去,向着路索伊前进。

§4.18.10

καὶ παραγενόμενοι πρὸς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὃ κεῖται μὲν μεταξὺ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νενόμισται παρὰ τοῖς Ἕλλησιν, ἀνετείνοντο διαρπάσειν τὰ θρέμματα τῆς θεοῦ καὶ τἄλλα τὰ περὶ τὸν ναόν.

当他们抵达坐落在克莱托尔与奇奈萨之间、在希腊人中被视为不可侵犯的阿耳忒弥斯神庙时,他们威胁要掠夺女神的牲畜以及神庙周围的其他物品。

§4.18.11

οἱ δὲ Λουσιᾶται νουνεχῶς δόντες τινὰ τῶν κατασκευασμάτων τῆς θεοῦ, παρῃτήσαντο τὴν τῶν Αἰτωλῶν ἀσέβειαν τοῦ μηδὲν παθεῖν ἀνήκεστον.

然而,路索伊人明智地将女神的一些器皿赠予他们,从而化解了埃托利亚人的不敬行径,免遭毁灭性的灾难。

§4.18.12

οἱ δὲ δεξάμενοι παραχρῆμʼ ἀναζεύξαντες προσεστρατοπέδευσαν τῇ τῶν Κλειτορίων πόλει.

埃托利亚人收下这些东西后,随即便拔营出发,在克莱托尔人的城市旁安营扎寨。

语法注4 条
  1. 4.18.1ψασαν ἄρδην ἀπολέσαι

    与前一分块末尾未完成的词 'θρέ' 结合,构成 'θρέψασαν'('τρέφω'“抚育”的无定过去时主动分词阴性单数宾格)。它与 §4.17.12 中的冠词 'τὴν' 连用,修饰“祖国”,意为“抚育了他们的[祖国]”。

  2. 4.18.2ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν κλείειν

    这是一个由无人称动词 'συμβαίνει'(意为“规定”、“恰好有某种职责”)引导的宾格加不定式结构。其中宾格短语 'ταύτην τὴν ἀρχήν'(“这一官职”)作为后续三个不定式('κλείειν'、'κυριεύειν' 和 'ποιεῖσθαι')的逻辑主语。

  3. 4.18.6οὐδὲ μὴν τοῖς τείχεσιν ἐπαμύνειν

    前句 'οὔτε ... οἷοί τʼ ἦσαν'(“他们既无法……”)中的表能力的短语 'οἷοί τʼ ἦσαν'(“他们能够”)在本句中被省略,并作为共同的谓语支配该不定式 'ἐπαμύνειν'。

  4. 4.18.8οἷς ἠπίστησαν ἔχειν κεκρυμμένα

    动词 'ἠπίστησαν'('ἀπιστέω'“不相信、怀疑”的无定过去时)支配与格(这里是关系代名词 'οἷς'),并伴随宾格不定式('ἔχειν' 及其宾语),表示“怀疑(这些人)藏匿了……”。此处省略了先行词,且关系代名词 'οἷς' 受主句动词支配而吸引为与格(attraction)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.18.1-4.18.12