← 波利比奥斯

历史

§38.5.1-38.5.9

人类喜好变化的本性与历史叙事的多样性

针对其历史叙事因在不同事件之间切换而缺乏连续性的批评,波利比乌斯进行辩护,指出感官和心灵不断追求变化与多样性乃是人类的自然本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.5.1

οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλήψονται τῆς πραγματείας, φάσκοντες ἀτελῆ καὶ διερριμμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγησιν1 τῶν πραγμάτων, εἴγʼ ἐπιβαλλόμενοι λόγου χάριν διεξιέναι τὴν Καρχηδόνος πολιορκίαν, κἄπειτα μεταξὺ ταύτην ἀπολιπόντες καὶ μεσολαβήσαντες σφᾶς αὐτοὺς μεταβαίνομεν ἐπὶ τὰς Ἑλληνικὰς κἀντεῦθεν ἐπὶ τὰς Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πράξεις· ζητεῖν δὲ τοὺς φιλομαθοῦντας2 τὸ συνεχὲς καὶ τὸ τέλος ἱμείρειν ἀκοῦσαι τῆς προθέσεως· καὶ γὰρ τὴν ψυχαγωγίαν καὶ τὴν ὠφέλειαν οὕτω μᾶλλον συνεκτρέχειν τοῖς προσέχουσιν.

因为我并非不知道,有人会指责这部著作,声称我们将事件的叙述写得不完整且零散,例如,倘若我们在着手详细叙述迦太基包围战时,随后在途中将其搁置并中断自己,转而记述希腊的事务,再从那里转入马其顿、叙利亚或其他一些事件;他们还声称,求知者追求连续性,并渴望听到既定计划的结局,因为对关注者而言,这样娱乐与益处才能更好地结合在一起。

§38.5.4

ἐμοὶ δʼ οὐχ οὕτως δοκεῖ, τὸ δʼ ἐναντίον. μάρτυρα δὲ τούτων ἐπικαλεσαίμην ἂν αὐτὴν τὴν φύσιν, ἥτις κατʼ οὐδʼ ὁποίαν τῶν αἰσθήσεων εὐδοκεῖ τοῖς αὐτοῖς ἐπιμένειν κατὰ τὸ συνεχές, ἀλλʼ ἀεὶ μεταβολῆς ἐστιν οἰκεία, τοῖς δʼ αὐτοῖς ἐγκυρεῖν ἐκ διαστήματος βούλεται καὶ διαφορᾶς.

但在我看来并非如此,反而恰恰相反。关于这一点,我想召唤自然本身作为证人,它在任何感觉器官上都不乐意持续保持在相同的状态中,而是始终亲近变化,并希望在间隔和差异中重新遇到相同的事物。

§38.5.5

εἴη δʼ ἂν τὸ λεγόμενον ἐναργὲς πρῶτον μὲν ἐκ τῆς ἀκοῆς, ἥτις οὔτε κατὰ τὰς μελῳδίας οὔτε κατὰ τὰς λεκτικὰς ὑποκρίσεις εὐδοκεῖ συνεχῶς ταῖς αὐταῖς ἐπιμένειν στάσεσιν, ὁ δὲ μεταβολικὸς τρόπος καὶ καθόλου πᾶν τὸ διερριμμένον καὶ μεγίστας ἔχον ἀλλαγὰς καὶ πυκνοτάτας αὐτὴν κινεῖ.

所说的话首先从听觉中便显而易见,因为听觉无论在旋律中还是在台词朗诵中,都不乐意持续保持在相同的音调上,相反,富于变化的方式,以及总的来说一切零散、且具有最大和最频繁变化的事物,才能打动它。

§38.5.7

παραπλησίως καὶ τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ τοῖς πολυτελεστάτοις βρώμασιν ἐπιμένειν δυναμένην,3 ἀλλὰ σικχαίνουσαν καὶ χαίρουσαν ταῖς μεταβολαῖς καὶ προσηνεστέρως ἀποδεχομένην πολλάκις καὶ τὰ λιτὰ τῶν ἐδεσμάτων ἢ τὰ πολυτελῆ διὰ τὸν ξενισμόν. τὸ δʼ αὐτὸ καὶ περὶ τὴν ὅρασιν ἴδοι τις ἂν γινόμενον· ἥκιστα γὰρ δύναται πρὸς ἓν μένειν ἀτενίζουσα, κινεῖ δʼ αὐτὴν ἡ ποικιλία καὶ μεταβολὴ τῶν ὁρωμένων.

同样,人们也会发现味觉甚至无法持续保持对最奢华食物的喜爱,而是会感到厌腻并喜好变化,常常因为新鲜感而更乐于接受简单的食物,而非奢华的食物。人们也可以看到,在视觉上同样会发生这样的事情;因为视觉最不能紧盯着单一事物,而是所见之物的多样性和变化在打动它。

§38.5.9

μάλιστα δὲ περὶ τὴν ψυχὴν τοῦτό τις ἂν ἴδοι συμβαῖνον· αἱ γὰρ μεταλήψεις τῶν4 ἀτενισμῶν καὶ τῶν ἐπιστάσεων οἷον ἀναπαύσεις εἰσὶ τοῖς φιλοπόνοις τῶν

而最明显的,是在心灵上人们能看到这点的发生;因为对于勤勉的人来说,注视和关注的交替,就如同是……的休息。

语法注4 条
  1. 38.5.1ἀτελῆ καὶ διερριμμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγησιν

    完成时不定式 πεποιῆσθαι 的逻辑主语是宾格的 ἡμᾶς,宾语是 τὴν ἐξήγησιν。形容词 ἀτελῆ καὶ διερριμμένην 作为宾语补足语(宾格)修饰该宾语。

  2. 38.5.3ζητεῖν δὲ τοὺς φιλομαθοῦντας

    不定式 ζητεῖν、ἱμείρειν 和 συνεκτρέχειν 承接前一节的分词 φάσκοντες(声称),构成间接引语。它们的主语分别为 τοὺς φιλομαθοῦντας 和 τὴν ψυχαγωγίαν καὶ τὴν ὠφέλειαν。

  3. 38.5.7τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ ... δυναμένην

    宾格 τὴν γεῦσιν(味觉)是潜在希求法 εὕροι τις ἂν(“人们会发现”)的直接宾语。分词 δυναμένην(以及 σικχαίνουσαν, χαίρουσαν, ἀποδεχομένην)作为叙述性分词修饰该宾语,以此描述味觉的特征。

  4. 38.5.9τῶν

    本节末尾的属格定冠词 τῶν 表明传抄的文献在此处中断或存在残缺。各语言译文亦保留了这一未完结的结构。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.5.1-38.5.9