- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.11.1-34.11.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
记述了波里比乌斯关于卡普亚葡萄酒、意大利沿海距离、坎帕尼亚地理的描述,以及关于埃奥利群岛火山活动对风向预测及埃奥洛斯神话真实性的考察。
Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι. —
波里比乌斯说,在卡普亚产一种被称为“攀树藤”的奇特葡萄酒,没有其他酒能与之媲美。
φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων, κλύζεσθαι δʼ αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι1 δὲ καὶ πεντακοσίων δέουσαν.2 —
波里比乌斯还说,从伊亚皮吉亚到海峡的海岸线,陆路为三千斯塔迪亚,并受西西里海冲刷,而对于航海者来说,则少了五百。
τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που καὶ πεντακοσίων σταδίων· πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. εἰς μὲν οὖν Πίσας ἀπὸ Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν, ἐντεῦθεν δʼ εἰς Οὐολατέρρας διακόσιοι ὀγδοήκοντα, πάλιν δʼ ἐνθένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα, ἐκ δὲ Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι, οἱ δὲ ἑξακόσιοί φασι. Πολύβιος δʼ οὐκ εὖ καὶ τοὺς πάντας χιλίους τριακοσίους τριάκοντα λέγει. — Αἰθάλη, νῆσος Τυρσηνῶν.
有人说,图尔塞尼亚的最大长度是从卢纳到奥斯提亚的海岸,大约两千五百斯塔迪亚;而靠近山脉一侧的宽度不到其一半。因此,从卢纳到皮萨有四百多斯塔迪亚,从那里到沃拉泰拉是二百八十,再从那里到波普洛尼翁是二百七十,从波普洛尼翁到科萨近八百,但也有人说是六百。波里比乌斯说总共只有一千三百三十,这并不正确。——埃塔莱,图尔塞尼亚人的岛。
Πολύβιος δʼ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. — καλοῦσι δʼ αὐτὸν Κρατῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον. ὑπὲρ δὲ τούτων τῶν ᾐόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων.
波里比乌斯在第三十四卷中说,雷姆诺斯岛被称为埃塔莱亚。——人们称之为“克拉特尔”,从米塞努姆到阿特奈翁这两个岬角之间,形成一个海湾。在这些海岸之上,坐落着整个坎帕尼亚,这是所有平原中最富庶的平原。
Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι.
安条克说,这片土地由奥皮科伊人居住,他们也被称为阿乌索内斯人。
Πολύβιος δʼ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν Κρατῆρα. — Πολύβιος δʼ ἀπὸ τῆς Ἰαπυγίας μεμιλιάσθαι φησί, καὶ εἶναι μίλια πεντακόσια ἑξήκοντα δύο εἰς Σίλαν πόλιν, ἐντεῦθεν δʼ εἰς Ἀκυληίαν ἑκατὸν ἑβδομήκοντα ὀκτώ. — μετὰ δὲ ταύτας τὸ Λακίνιον, Ἥρας ἱερόν, πλούσιόν ποτε ὑπάρξαν καὶ πολλῶν ἀναθημάτων μεστόν.
但波里比乌斯表明他认为这是两个民族;因为他说奥皮科伊人和阿乌索内斯人居住在克拉特尔(湾)周围的这片土地上。——波里比乌斯还说,从伊亚皮吉亚开始立有里程碑,到西拉斯市是五百六十二英里,从那里到阿奎莱亚是一百七十八英里。——在这些之后是拉基尼翁,赫拉的神庙,曾非常富有且装满许多奉纳物。
τὰ διάρματα δʼ οὐκ εὐκρινῶς λέγεται· πλὴν ὥς γε ἐπὶ τὸ πολὺ σταδίους ἀπὸ πορθμοῦ μέχρι Λακινίου Πολύβιος ἀποδίδωσι χιλίους καὶ τριακοσίους, ἐντεῦθεν δὲ καὶ δίαρμα εἰς ἄκραν Ἰαπυγίαν ἑπτακοσίους. —
渡海距离并未明确说明;但总体而言,波里比乌斯给出的从海峡到拉基尼翁的距离是一千三百斯塔迪亚,从那里到伊亚皮吉亚角的渡海距离是七百斯塔迪亚。
Πολύβιος δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερρυηκέναι φησὶν ἐκ μέρους, τοὺς δὲ συμμένειν· τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν περιφερὲς ὂν πέντε σταδίων, κατʼ ὀλίγον δὲ συνάγεσθαι εἰς πεντήκοντα ποδῶν διάμετρον· καθʼ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδιαῖον, ὥστε καθορᾶν ταῖς νηνεμίαις. [εἰ δὲ ταῦτʼ ἐστὶ πιστά, οὐκ ἀπιστητέον ἴσως οὐδὲ τοῖς περὶ Ἐμπεδοκλέους μυθολογηθεῖσιν.
波里比乌斯说,在三个喷火口中,有一个已部分坍塌,而其他的则保存完好;最大的一口边缘周长为五斯塔迪亚,但逐渐收缩至直径五十尺;它的深度到海面有一斯塔迪亚,因此在无风时可以俯瞰到底。[如果这些话是可信的,那么关于恩培多克勒的神话传说或许也同样不该怀疑。
] ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος, ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι· ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους· τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν.
] 因此,如果南风将要吹起,他说岛屿周围会洒下一层雾霭,以至于连不远处的西西里也看不见;而当北风吹起时,洁净的火焰会从上述喷火口升到高空,并发出更大的轰鸣声;而西风则处于某种中间状态。
τοὺς δʼ ἄλλους κρατῆρας ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων· ἔκ τε δὴ τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν.
其他喷火口形式相同,但在喷发的力量上稍逊一筹;从轰鸣声的不同,以及喷发、火焰和煤烟开始产生的地方,甚至连第三天将要再次吹起的风也能被预兆出来。
τῶν γοῦν ἐν Λιπάραις γενομένης ἀπλοίας προειπεῖν τινάς φησι τὸν ἐσόμενον ἄνεμον καὶ μὴ διαψεύσασθαι.
至少他说,在利帕里群岛发生停航时,有人预言了即将到来的风,并且没有出错。
ἀφʼ οὗ δὴ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι τῷ ποιητῇ οὐ μάτην φαίνεσθαι λεχθέν,3 ἀλλʼ αἰνιξαμένου τὴν ἀλήθειαν, ὅταν φῇ ταμίαν τῶν ἀνέμων τὸν Αἴολον.
由此可见,诗人所说的那些看似极其神话的事情显然并不是无端说出的,当他称埃奥洛斯为风的管理者时,他其实暗指了真理。
- 34.11.2πλέοντι
动词 πλέω(航海)的现在活动分词阳性单数与格,作关系与格或判断与格(“对航海的人而言”,即走海路)。
- 34.11.2πεντακοσίων δέουσαν
分词 δέουσαν(源自 δέω,缺少)支配表示数量的属格 πεντακοσίων(五百),意为“缺少五百”(即在前面提到的三千中减去五百,等于两千五百斯塔迪亚)。
- 34.11.20φαίνεσθαι λεχθέν
动词 φαίνομαι 的不定式 φαίνεσθαι 与过去被动分词 λεχθέν(源自 λέγω)结合,构成“明显是被说出的”或“被证明是说过的”结构,在此分词表示确凿的事实而非单纯的表象。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
- 2026-10-09 与底本核对 — 原文 1 处
