- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.11.1-33.11.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
在奥皮米乌斯被派遣的同时,年轻的普托莱美前往罗马元老院,指控其兄长合谋。元老院听信其言,拒绝了其兄长使节的辩护,并决定派遣使者及允许盟国协助其复位塞浦路斯。
ὅτι1 κατὰ τοὺς καιρούς, καθʼ οὓς ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς ἐπʼ ἐκεῖνον.
正当元老院派遣奥皮米乌斯去往对抗奥克西比人的战争之时,年轻的普托莱美抵达了罗马,他来到元老院,对他的兄长提出控诉,将阴谋的罪责归咎于他。
ἅμα δὲ τὰς ἐκ τῶν τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκόλουθον τούτοις διατιθέμενος ἐξεκαλεῖτο τοὺς ἀνθρώπους πρὸς ἔλεον.
与此同时,他向众人展示自己伤口留下的疤痕,并发表与此相符的悲切陈词,以此激起人们的同情。
ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον,2 ἀπολογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατηγορίας.
兄长一方也派出了由内奥莱达斯和安德罗马库斯等人组成的使节,针对其弟提出的指控进行辩白。
ὧν ἡ σύγκλητος οὐδʼ ἀνέχεσθαι δικαιολογουμένων ἠβουλήθη,3 προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου διαβολαῖς· ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς, τῷ δὲ νεωτέρῳ πέντε πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευτῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολεμαῖον εἰς Κύπρον, τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον.4
然而,元老院已先入为主地听信了弟弟的诽谤,甚至不愿听取他们的辩解;相反,元老院命令他们立即离开罗马。至于弟弟,元老院为其指派了由格奈乌斯·梅鲁拉和卢基乌斯·塞尔穆斯等人组成的五人使团,并给每位使节配备了一艘五级战船,指示他们护送普托莱美回到塞浦路斯。他们还给希腊和亚洲的盟友写信,允许他们协助普托莱美复位。
- 33.11.1ὅτι
历史文献摘录(Excerpta)中常见的连词,用以引导各条目的开头,在此作为独立的主句翻译。
- 33.11.4οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον
希腊语中的惯用表达“οἱ περί + 宾格”,指以内奥莱达斯和安德罗马库斯为首的使团一行。
- 33.11.5ὧν ἡ σύγκλητος οὐδʼ ἀνέχεσθαι δικαιολογουμένων ἠβουλήθη
关系代词 ὧν(先行词为 πρέσβεις)在此作属格分词 δικαιολογουμένων 的逻辑主语,该分词与要求属格的动词 ἀνέχομαι(“容忍、听取”)连用。
- 33.11.7τὰ κατὰ τὴν κάθοδον
带有中性复数宾格冠词的前置词短语,意为“关于其复位/归国之事”,作不定式 συμπράττειν 的直接宾语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
