← 波利比奥斯

历史

§31.27.1-31.27.16

西庇阿提前全额偿还姑母嫁妆与亲属的震惊

西庇阿决定立即全额偿还其养父姐妹们的未付嫁妆,而无需等待法律规定的宽限期,他的慷慨宽宏令其亲属深感震惊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.27.1

μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν πατρός, λαβόντος,1 αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀποδοῦναι τῆς φερνῆς.

在此之后,当他继承了遗产时,他必须向大西庇阿的女儿们、即他养父的姐妹们,偿还其嫁妆的一半。

§31.27.2

ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ δʼ ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον, ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς.

因为她们的父亲曾同意给每个女儿五十个塔兰同,而这些钱的一半已由她们的母亲当即付给了她们的丈夫,但另一半在她去世时仍作为欠款留下,因此,西庇阿必须向他父亲的姐妹们清偿这笔债务。

§31.27.5

κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον2 ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας κατὰ τὸ παρʼ ἐκείνοις ἔθος, εὐθέως ὁ Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα μησί.

然而,根据罗马的法律,虽然应当在三年内向这些妇女偿还嫁妆的未付余款,且按照他们的习俗,须在最初十个月内先交付动产,西庇阿却立即指示银行家,在十个月内向她们每人支付二十五个塔兰同。

§31.27.7

τοῦ δὲ Τεβερίου καὶ τοῦ Νασικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέτακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν· δεῖν γὰρ αὑτοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς νόμους.

至于提比略和纳西卡·西庇阿——因为他们正是上述妇女的丈夫——在十个月一过去,便前往银行家处,询问西庇阿是否就这笔钱对他有过任何吩咐。在银行家让他们支取,并为他们每人开具了二十五个塔兰同的支付单据时,他们却说西庇阿一定是搞错了;因为他们说,根据法律,他们目前不应收取全额,而只能收取三分之一。

§31.27.9

τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως· οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλʼ οὐδὲ3 τάλαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον.

但当银行家坚称西庇阿确实是这样吩咐他的时候,他们将信将疑,便前往那年轻人那里,以为他是不知法律。他们有这种反应也非无理;因为在罗马,别说有人会在三年之前支付五十个塔兰同,就是在规定日期之前连一个塔兰同也没有人会支付;在所有人中,对金钱的精确计较,以及对时间的利益追求,就是如此之大。

§31.27.12

οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δʼ εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον.

不过,当他们来到他面前,询问他是如何吩咐银行家时,而在他回答说已吩咐将全部款项付给他的姐妹们后,他们便说他是不了解法律,同时表现出亲属间的关切;因为他们说,根据法律,他还有相当长的一段时间可以使用这笔资金。

§31.27.14

ὁ δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν.

但西庇阿说,他并非对此一无所知,只是对陌生人他会严守法律的精确性,而对亲属和朋友,他则习惯于尽其所能,以诚相待、慷慨大方。

§31.27.15

διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου.

因此,他催促他们从银行家那里支取全部款项。

§31.27.16

οἱ δὲ περὶ τὸν Τεβέριον4 ταῦτʼ ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.

提比略等人听了这话,默默地回去了,他们一方面对西庇阿的宽宏大量深感震撼,另一方面也为自己的小气而自惭形秽,尽管他们在罗马人中地位不亚于任何人。

语法注4 条
  1. 31.27.1λαβόντος

    属格独立分词。尽管省略了作主语的代词 αὐτοῦ,但其语义主语与主句中不定式的主语 αὐτόν(西庇阿)一致。通常,属格独立结构用于其主语与主句各成分不同的情况,在此处则是变则地用于说明他“继承”遗产这一背景。

  2. 31.27.5δέον

    绝对宾格(非人称分词宾格),源于非人称动词 δεῖ(应当、规定)。此处用作让步或前提背景,意为“虽然按照规定应当……”。

  3. 31.27.10οὐ γὰρ οἷον... ἀλλʼ οὐδέ...

    意为“别说……,甚至连……也不”的惯用句式。结合后文带 ἄν 的希求法(ἂν δοίη),极力强调一种不可能或极不寻常的让步。

  4. 31.27.16οἱ περὶ τὸν Τεβέριον

    字面意为“提比略身边的人”,即“提比略一行人”的惯用表达。在上下文语境中,特指当事人提比略·格拉古与纳西卡·西庇阿两人(及随从)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.27.1-31.27.16