← 波利比奥斯

历史

§31.25.1-31.25.10

罗马青年的放纵与西庇阿的节制声誉

在波利比乌斯与西庇阿建立深厚信任的同时,当时的罗马社会正蔓延着堕落的生活方式。然而,西庇阿走向了相反的节制之路,并在大约五年内树立了广为人知的节制声誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.25.1

ἀπὸ δὲ τούτων τῶν καιρῶν λοιπὸν ἤδη κατὰ τὸ συνεχὲς ἐπʼ αὐτῶν τῶν πραγμάτων πεῖραν αὑτῶν διδόντες ἀλλήλοις εἰς πατρικὴν καὶ συγγενικὴν ἦλθον αἵρεσιν1 καὶ φιλοστοργίαν πρὸς ἀλλήλους.

自此以后,他们开始在实际行动中不断互相证明自己,从而对彼此产生了一种如父子、如亲族般的依恋与深情。

§31.25.2

πρώτη δέ τις ἐνέπεσεν ὁρμὴ καὶ ζῆλος τῶν καλῶν τὸ τὴν ἐπὶ σωφροσύνῃ δόξαν ἀναλαβεῖν2 καὶ παραδραμεῖν ἐν τούτῳ τῷ μέρει τοὺς κατὰ τὴν αὐτὴν ἡλικίαν ὑπάρχοντας.

而最先产生对美德的渴望与热忱,便是去赢得节制的声誉,并在这一方面超越同龄之人。

§31.25.3

ὢν δὲ μέγας οὗτος καὶ δυσέφικτος ὁ στέφανος εὐθήρατος ἦν κατʼ ἐκεῖνον τὸν καιρὸν ἐν τῇ Ῥώμῃ διὰ τὴν ἐπὶ τὸ χεῖρον ὁρμὴν τῶν πλείστων.

这一冠冕虽伟大且难以企及,但由于当时罗马大多数人都在向恶的方向堕落,所以在那个时候反而容易获得。

§31.25.4

οἱ μὲν γὰρ εἰς ἐρωμένους τῶν νέων, οἱ δʼ εἰς ἑταίρας ἐξεκέχυντο, πολλοὶ δʼ εἰς ἀκροάματα καὶ πότους καὶ τὴν ἐν τούτοις πολυτέλειαν, ταχέως ἡρπακότες ἐν τῷ Περσικῷ πολέμῳ τὴν τῶν Ἑλλήνων εἰς τοῦτο τὸ μέρος εὐχέρειαν.

因为年轻人们有的沉溺于男色,有的沉溺于高级妓女,许多人则沉迷于歌舞表演、纵酒以及其中的奢靡,他们在与斐修斯的战争中,迅速吸收了希腊人在这一方面的放荡。

§31.25.5

καὶ τηλικαύτη τις ἐνεπεπτώκει περὶ τὰ τοιαῦτα τῶν ἔργων ἀκρασία τοῖς νέοις ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι ταλάντου, πολλοὺς δὲ ταρίχου Ποντικοῦ κεράμιον τριακοσίων δραχμῶν.

以至于在这些行为上,年轻人中蔓延着如此严重的无节制,以至于许多人花一塔兰同购买心仪的少年,许多人花三百德拉克马购买一罐黑海产的咸鱼。

§31.25.5a

ἐφʼ οἷς καὶ Μάρκος ἀγανακτῶν εἶπέ ποτε πρὸς τὸν δῆμον ὅτι μάλιστʼ ἂν κατίδοιεν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν τῆς πολιτείας ἐκ τούτων, ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν3 οἱ μὲν εὐπρεπεῖς παῖδες τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν ζευγηλατῶν.

对此马尔库斯也感到愤慨,曾对民众说,从这些事情中可以最清楚地看到国家向坏的方向恶化,即在出售时,俊美的少年比田地卖得更贵,而咸鱼罐头比耕夫卖得更贵。

§31.25.6

συνέβη δὲ τὴν παροῦσαν αἵρεσιν οἷον ἐκλάμψαι κατὰ τοὺς νῦν λεγομένους καιροὺς πρῶτον μὲν διὰ τὸ καταλυθείσης τῆς ἐν Μακεδονίᾳ βασιλείας δοκεῖν4 ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν περὶ τῶν ὅλων ἐξουσίαν, ἔπειτα διὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαιμονίας περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδονίας μετακομισθέντων εἰς τὴν Ῥώμην χορηγίων.

这一趋势之所以在现在所说的时期如爆发般蔓延,首先是因为随着马其顿王国的消亡,他们似乎无可争议地拥有了对整个世界的统治权,其次是因为,由于从马其顿运往罗马的物资,无论在个人生活还是在公共事务中,都出现了一片繁荣昌盛的景象。

§31.25.8

πλὴν ὅ γε Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς ἐπιθυμίαις ἀντιταξάμενος καὶ κατὰ πάντα τρόπον ὁμολογούμενον καὶ σύμφωνον ἑαυτὸν κατασκευάσας κατὰ τὸν βίον ἐν ἴσως πέντε τοῖς πρώτοις ἔτεσι πάνδημον ἐποιήσατο τὴν ἐπʼ εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν.

然而,西庇阿却走向了相反的生活方式,与所有的欲望相抗衡,并在各方面使自己的生活保持一致与和谐,大约在最初的五年里,他就确立了在规律与节制上人人皆知的声誉。

§31.25.9

μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ὥρμησεν ἐπὶ τὸ περὶ τὰ χρήματα μεγαλοψυχίᾳ καὶ καθαρότητι διενεγκεῖν τῶν ἄλλων.

此后,他接连致力于在金钱的慷慨与廉洁上超越他人。

§31.25.10

πρὸς δὲ τοῦτο τὸ μέρος καλὴν μὲν ὑποδοχὴν εἶχε τὴν μετὰ τοῦ κατὰ φύσιν πατρὸς συμβίωσιν, καλὰς δʼ ἐκ φύσεως ὁρμὰς αὐτὸς ἐπὶ τὸ δέον· πολλὰ δʼ αὐτῷ καὶ ταὐτόματον συνήργησε πρὸς τὴν ἐπιβολὴν ταύτην.

在这一方面,他与亲生父亲的共同生活为他提供了良好的基础,而他自己天生也对履行义务怀有高尚的追求;此外,运气在很多方面也对他的这一尝试大有裨益。

语法注4 条
  1. 31.25.1αἵρεσιν

    原意为“选择”或“倾向”,但此处修饰以“如父子、如亲族般”等形容词,表示选择并维持一种深厚的“纽带”或“亲密关系”。

  2. 31.25.2τὸ τὴν ἐπὶ σωφροσύνῃ δόξαν ἀναλαβεῖν

    带有冠词 τὸ 的不定式短语 ἀναλαβεῖν(以及 παραδραμεῖν)作为同位语,用以解释主句主语 ὁρμὴ καὶ ζῆλος(渴望与热忱)的具体内容。

  3. 31.25.5aπλεῖον εὑρίσκωσιν

    动词 εὑρίσκω 的主动语态(以所售物品为主语时)在涉及金钱时是“(作为价值)带来、卖得……价钱”的商业惯用表达。比较级 πλεῖον 的比较对象由属格 τῶν ἀγρῶν(田地)和 τῶν ζευγηλατῶν(耕夫)表示。

  4. 31.25.6διὰ τὸ καταλυθείσης τῆς ἐν Μακεδονίᾳ βασιλείας δοκεῖν

    在介词 διὰ 所支配的带冠词不定式结构(τὸ ... δοκεῖν)内部,插入了属格独立分词短语 καταλυθείσης τῆς ἐν Μακεδονίᾳ βασιλείας,形成了一个复杂的嵌套结构。由主动词 συνέβη 引导的对格不定式短语的主语是 τὴν παροῦσαν αἵρεσιν。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:31.25.1-31.25.10