- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.22.1-30.22.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
卢基乌斯·阿尼基乌斯在罗马举办凯旋竞技会时,强迫希腊著名的长笛手和合唱团进行滑稽的模拟战斗而非艺术演奏,导致现场大混乱并引来观众的欢呼。
Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τριακοστῇ.
卢基乌斯·阿尼基乌斯,他自己也曾任罗马统帅,击败了伊利里亚人,并将伊利里亚国王根蒂乌斯及其子女作为俘虏带回,在罗马举行凯旋竞技会时,做出了一些极具笑料、令人啼笑皆非的事情,正如波里比阿在第三十卷中所记载的那样。
μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς ἅμα πάντας.
因为他派人请来了希腊最著名的艺术家,并在大竞技场中搭建了一座极大的舞台,首先把所有的长笛手同时引出登台。
οὗτοι δʼ ἦσαν Θεόδωρος ὁ Βοιώτιος, Θεόπομπος, Ἕρμιππος, [ὁ] Λυσίμαχος, οἵτινες ἐπιφανέστατοι ἦσαν.
这些人是玻俄提亚的狄奥多罗斯、狄奥蓬波斯、赫尔米普斯以及利西马科斯,他们都是最有名望的人。
τούτους οὖν στήσας ἐπὶ τὸ προσκήνιον μετὰ τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας.
于是,他让他们与合唱团一起站在舞台前部,命令他们所有人同时吹奏长笛。
τῶν δὲ διαπορευομένων τὰς κρούσεις1 μετὰ τῆς ἁρμοζούσης κινήσεως προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλʼ ἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν.
当他们伴随着适宜的动作进行乐曲演奏时,他派人前去,声称他们吹奏得不好,反而命令他们要像竞技(战斗)一样吹奏。
τῶν δὲ διαπορούντων ὑπέδειξέν τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἐπαγαγεῖν ἐφʼ αὑτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην.
在他们不知所措时,一名扈从指示他们应当转身并迎向彼此,做出一副仿佛在战斗的样子。
ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες οἰκείαν2 ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν.
长笛手们很快领会了意图,采取了与他们自身的放肆相称的姿态,制造出了一场大混乱。
συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἐπῆγον ἀνὰ μέρος ἐπʼ ἀλλήλους.
他们把合唱团的中间部分转向两端,长笛手们吹出莫名其妙的声响并挥舞着长笛,轮流向彼此冲去。
ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπεισιόντες τὴν σκηνὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς.
与此同时,合唱团也顿足跺地,一同涌入舞台,向对立的一方冲锋,接着又转过身退回。
ὡς δὲ καὶ περιζωσάμενός3 τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότʼ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων.
甚至,当合唱团中的一名舞者见机将衣服束起,转过身来,对着向他冲去的长笛手摆出拳击的架势举起双手时,那一刻观众中爆发出了惊人的掌声和欢呼声。
ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέτταρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν.
当他们仍在以对阵之势竞技时,两名舞者在伴奏下被引进入乐池,四名拳击手与小号手和角笛手一起登上了舞台。
ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον. περὶ δὲ τῶν τραγῳδῶν, φησὶν ὁ Πολύβιος, ὅ,τι ἂν ἐπιβάλωμαι λέγειν, δόξω τισὶ διαχλευάζειν.
当所有人同时混战时,所发生的情景简直难以言表。关于悲剧演员,波里比阿说:“无论我试图说些什么,在某些人看来,我都像是在讥讽。”
- 30.22.5τῶν δὲ διαπορευομένων τὰς κρούσεις
属格独立分词结构。动词 διαπορεύομαι 在此意为“进行”、“完成”,以阴性名词 κροῦσις(击打、演奏,转指“乐曲”)为宾语,用于描述长笛手们开始并持续进行乐曲吹奏的情形。
- 30.22.7λαβόντες οἰκείαν
及物动词分词 λαβόντες(采取、采用)在语义上需要补充一个表示“姿态”或“动作”的宾语,或者将阴性单数宾格形容词 οἰκείαν 视为名词化用法(与省略的 κίνησιν “动作”或 στάσιν “姿势”一致),意为“采取了与其放肆相配的姿态”。
- 30.22.10περιζωσάμενός
动词 περιζώννυμι(系腰带、束起)的直接中动(或反身中动)分词。意为“(为了便于活动)而将自己的衣服用带子提起来束好”,用以表现角色为投入滑稽战斗而做出的准备动作。
