← 波利比奥斯

历史

§3.89.1-3.89.9

汉尼拔的挑衅与法比乌斯的拖延战术

汉尼拔列阵挑衅,但法比乌斯坚持避免决战的方针。尽管法比乌斯的谨慎策略起初受到批评,但他对敌军经验与士气优势的冷静评估很快证明了他的决策是正确的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.89.1

δίους. Ἀννίβας δὲ συνεὶς τὴν παρουσίαν τοῦ Φαβίου καὶ βουλόμενος ἐξ ἐφόδου καταπλήξασθαι τοὺς ὑπεναντίους, ἐξαγαγὼν τὴν δύναμιν καὶ συνεγγίσας τῷ τῶν Ῥωμαίων χάρακι παρετάξατο. χρόνον δέ τινα μείνας, οὐδενὸς ἐπεξιόντος αὖθις ἀνεχώρησεν εἰς τὴν ἑαυτοῦ παρεμβολήν.

里(斯塔德)。汉尼拔察觉到法比乌斯的到来,并希望通过突然袭击使对手感到畏惧,于是率领军队出击,迫近罗马人的营垒并排开阵势。逗留了一段时间后,因无人出战,他便再次退回自己的营地。

§3.89.2

ὁ γὰρ Φάβιος διεγνωκὼς μήτε παραβάλλεσθαι μήτε διακινδυνεύειν, στοχάζεσθαι δὲ πρῶτον καὶ μάλιστα τῆς ἀσφαλείας τῶν ὑποταττομένων, ἔμενε βεβαίως ἐπὶ τῆς διαλήψεως ταύτης.

因为法比乌斯已经决心既不冒险也不进行决战,而是首先且最重要的是致力于部下的安全,他坚定地保持着这一决定。

§3.89.3

τὰς μὲν οὖν ἀρχὰς κατεφρονεῖτο καὶ παρεῖχε λόγον ὡς ἀποδεδειλιακὼς καὶ καταπεπληγμένος τὸν κίνδυνον, τῷ δὲ χρόνῳ πάντας ἠνάγκασε παρομολογῆσαι καὶ συγχωρεῖν ὡς οὔτε νουνεχέστερον οὔτε φρονιμώτερον οὐδένα δυνατὸν ἦν χρῆσθαι τοῖς τότε περιεστῶσι καιροῖς.

因此,起初他受到轻视,并被议论为是因为害怕危险而表现得懦弱和恐惧,但随着时间的推移,他迫使所有人承认并同意,在应对当时所面临的局势时,没有任何人能够比他表现得更明智或更审慎。

§3.89.4

ταχὺ δὲ καὶ τὰ πράγματα προσεμαρτύρησε τοῖς λογισμοῖς αὐτοῦ. καὶ τοῦτʼ εἰκότως ἐγένετο.

很快,事实也证明了他的深谋远虑。而这也是理所当然的。

§3.89.5

τὰς μὲν γὰρ τῶν ὑπεναντίων δυνάμεις συνέβαινε1 γεγυμνάσθαι μὲν ἐκ τῆς πρώτης ἡλικίας συνεχῶς ἐν τοῖς πολεμικοῖς, ἡγεμόνι δὲ χρῆσθαι συντεθραμμένῳ σφίσι καὶ παιδομαθεῖ περὶ τὰς ἐν τοῖς ὑπαίθροις χρείας, νενικηκέναι δὲ πολλὰς μὲν ἐν Ἰβηρίᾳ μάχας, δὶς δὲ Ῥωμαίους ἑξῆς καὶ τοὺς συμμάχους αὐτῶν, τὸ δὲ μέγιστον, ἀπεγνωκότας2 πάντα μίαν ἔχειν ἐλπίδα τῆς σωτηρίας τὴν ἐν τῷ νικᾶν·

因为敌人的军队恰好从幼年起就不断在战事中受到锻炼,并拥有一位与他们共同成长、从小就在野外军事行动中受过训练的领袖;并且他们在伊比利亚赢得了多次战斗,连续两次击败了罗马人及其盟友,最重要的是,他们在对其他一切绝望之后,将唯一的生存希望寄托在胜利之上。

§3.89.7

περὶ δὲ τὴν τῶν Ῥωμαίων στρατιὰν τἀναντία τούτοις ὑπῆρχε.

然而,在罗马军队方面,情况恰恰相反。

§3.89.8

διόπερ εἰς μὲν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον οὐχ οἷός τʼ ἦν συγκαταβαίνειν, προδήλου τῆς ἐλαττώσεως ὑπαρχούσης·3 εἰς δὲ τὰ σφέτερα προτερήματα τοῖς λογισμοῖς4 ἀναχωρήσας ἐν τούτοις διέτριβε καὶ διὰ τούτων ἐχείριζε τὸν πόλεμον.

因此,他无法参与决定全局命运的决战,因为他们的劣势是显而易见的;相反,他在理性上退回到他们自身的优势,坚守其中,并以此来主导战争。

§3.89.9

ἦν δὲ τὰ προτερήματα Ῥωμαίων ἀκατάτριπτα χορήγια

而罗马人的优势则是源源不断的补给……

语法注4 条
  1. 3.89.5συνέβαινε

    无人称动词,支配其后的一系列宾格主语和不定式(§3.89.5的 γεγυμνάσθαι, χρῆσθαι 以及§3.89.6的 νενικηκέναι, ἔχειν),构成“情况是……”的长句结构。

  2. 3.89.6ἀπεγνωκότας

    完成时分词,阴性复数宾格,与§3.89.5中 συνέβαινε 的逻辑主语 τὰς δυνάμεις(阴性复数宾格)保持性、数、格的一致。

  3. 3.89.8προδήλου τῆς ἐλαττώσεως ὑπαρχούσης

    属格独立结构,表示原因(“因为劣势是显而易见的”)。

  4. 3.89.8τοῖς λογισμοῖς

    手段或方式的与格,意为“通过理性的考量”或“在深思熟虑中”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.89.1-3.89.9