← 波利比奥斯

历史

§3.81.1-3.81.12

洞察敌将弱点之重要性与汉尼拔的智略

汉尼拔通过竞技格斗和船只舵手的比喻,阐明了在统帅之术中洞察敌方领袖本性与精神弱点的决定性意义。他强调,正是这种智略构成了他针对弗拉米尼乌斯军事行动成功的基石。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.81.1

ἐμφρόνως ἐλογίζετο ταῦτα καὶ πραγματικῶς· οὐ γὰρ εἰκὸς ἄλλως εἰπεῖν, ὡς εἴ τις οἴεται κυριώτερόν τι μέρος εἶναι στρατηγίας τοῦ γνῶναι1 τὴν προαίρεσιν καὶ φύσιν τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἀγνοεῖ καὶ τετύφωται.

他的这些考虑是明智且实际的。因为不容否认的是,如果有人认为在统帅之术中,还有比了解敌方领袖的意图和本性更关键的部分,那他就是无知且蒙昧的。

§3.81.2

καθάπερ γὰρ ἐπὶ τῶν κατʼ ἄνδρα καὶ ζυγὸν ἀγωνισμάτων δεῖ τὸν μέλλοντα νικᾶν συνθεωρεῖν πῶς δυνατὸν ἐφικέσθαι τοῦ σκοποῦ καὶ τί γυμνὸν ἢ ποῖον ἔξοπλον2 μέρος φαίνεται τῶν ἀνταγωνιστῶν, οὕτως χρὴ καὶ τοὺς ὑπὲρ τῶν ὅλων προεστῶτας σκοπεῖν οὐχ ὅπου τι τοῦ σώματος γυμνόν, ἀλλὰ ποῦ τῆς ψυχῆς εὐχείρωτόν τι παραφαίνεται τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἐπειδὴ πολλοὶ μὲν διὰ ῥᾳθυμίαν καὶ τὴν σύμπασαν ἀργίαν οὐ μόνον τὰς κοινὰς πράξεις, ἀλλὰ καὶ τοὺς ἰδίους καταπροΐενται βίους ἄρδην, πολλοὶ δὲ διὰ τὴν πρὸς τὸν οἶνον ἐπιθυμίαν οὐδʼ ὑπνῶσαι δύνανται χωρὶς ἀλλοιώσεως καὶ μέθης, ἔνιοι δὲ διὰ τὰς τῶν ἀφροδισίων ὁρμὰς καὶ τὴν ἐν τούτοις ἔκπληξιν οὐ μόνον πόλεις καὶ βίους ἀναστάτους πεποιήκασιν, ἀλλὰ καὶ τὸ ζῆν αὑτῶν ἀφῄρηνται μετʼ αἰσχύνης.

正如在一对一及单兵对抗的竞技中,立志获胜的人必须审视如何才能击中目标,以及对手身上有哪些部位暴露无遗、或有哪些防具薄弱之处,同样,执掌全局的领袖们也不应关注身体的哪一部分暴露在外,而应当注视敌方统帅的心灵在何处显露出易受攻击的弱点。因为许多人由于懈怠和彻底的懒惰,不仅断送了公职事业,甚至连同自己的私人生活也彻底葬送;还有许多人由于对美酒的渴望,若不至神志改变和烂醉如泥,甚至无法入睡;另有一些人则因情欲的冲动和随之而来的狂迷,不仅使城市和生活归于毁灭,甚至在耻辱中丧失了自己的生命。

§3.81.7

καὶ μὴν δειλία καὶ βλακεία κατʼ ἰδίαν μὲν αὐτοῖς ὄνειδος ἐπιφέρει τοῖς ἔχουσι, περὶ δὲ τὸν τῶν ὅλων ἡγεμόνα γενομένη κοινόν ἐστι καὶ μέγιστον συμπτωμάτων.

再者,懦弱与愚钝在个人身上虽仅给其占有者带来耻辱,但若发生在全局领袖的身上,则是共同体最大、最深重的灾难。

§3.81.8

οὐ γὰρ μόνον ἀπράκτους ποιεῖ τοὺς ὑποταττομένους, πολλάκις δὲ καὶ κινδύνους ἐπιφέρει τοὺς μεγίστους τοῖς πεπιστευκόσι.

因为它们不仅使下属无所作为,而且经常给信任他们的人带来最深重的危险。

§3.81.9

προπέτειά γε μὴν καὶ θρασύτης καὶ θυμὸς ἄλογος, ἔτι δὲ κενοδοξία καὶ τῦφος εὐχείρωτα μὲν τοῖς ἐχθροῖς, ἐπισφαλέστατα δὲ τοῖς φίλοις. πρὸς γὰρ πᾶσαν ἐπιβουλήν, ἐνέδραν, ἀπάτην ἕτοιμος ὅ γε τοιοῦτος.

此外,轻率、鲁莽、无理性的愤怒,以及虚荣与傲慢,对敌人而言易于攻破,对朋友而言则极其危险。因为这样的人随时都会落入任何阴谋、伏击和欺骗之中。

§3.81.10

διόπερ εἴ τις δύναιτο συννοεῖν τὰ περὶ τοὺς πέλας ἁμαρτήματα καὶ τῇδέ που προσιέναι τοῖς ὑπεναντίοις, ᾗ μάλιστα καὶ διʼ ὧν εὐχείρωτος ἔσθʼ ὁ προεστὼς τῶν πολεμίων, τάχιστʼ ἂν τῶν ὅλων κατακρατοίη. καθάπερ γὰρ νεὼς ἐὰν ἀφέλῃ τις τὸν κυβερνήτην, τὸ ὅλον αὐτανδρὶ3 σκάφος ὑποχείριον γίνεται τοῖς ἐχθροῖς, τὸν αὐτὸν τρόπον ἐὰν τὸν προεστῶτα [πόλεμον] δυνάμεως χειρώσηταί τις κατὰ τὰς ἐπιβολὰς καὶ συλλογισμούς,4 αὐτανδρὶ γίνεται πολλάκις κρατεῖν τῶν ἀντιταττομένων.

因此,如果有人能洞察他人的过失,并从敌方统帅最易受攻击、以及最能被攻破的突破口入手攻击对手,他必将极快地掌握全局。因为正如若有人夺去了船上的舵手,整艘船只连同所有船员便都会落入敌手,同样,如果有人通过计谋和推算制服了军队的统帅,便往往能够将对阵的敌军连人带兵一并制服。

§3.81.12

ἃ δὴ καὶ τότε προϊδόμενος καὶ συλλογισάμενος Ἀννίβας περὶ τοῦ τῶν ἐναντίων ἡγεμόνος οὐ διεσφάλη τῆς ἐπιβολῆς.

当时汉尼拔正是预见并推算了关于敌方领袖的这些情况,因而他的计划没有落空。

语法注4 条
  1. 3.81.1τοῦ γνῶναι

    带冠词的动词不定式 τοῦ γνῶναι 属格形式,用作形容词比较级 κυριώτερον 的比较属格(genitive of comparison)。意为“相比于了解……”。

  2. 3.81.2ἔξοπλον

    形容词 ἔξοπλος(防具不足的、缺乏武装的)的中性单数名词化用法,在此指对手身上没有被盔甲完全覆盖、容易受到攻击的脆弱部位。

  3. 3.81.11αὐτανδρὶ

    意为“连同所有船员(男子)”的副词性与格形式,传统上用于船只被俘获的场景(αὐτανδρὶ σκάφος),在此波利比乌斯将其平行地延伸应用于击败对阵的整支军队(κρατεῖν τῶν ἀντιταττομένων)这一比喻性语境中。

  4. 3.81.11καὰ τὰς ἐπιβολὰς καὶ συλλογισμούς

    理解为“通过(自身的)计划与推算(即知略)”。强调统帅的智力活动而非单纯的武力,是制服敌方领袖的手段。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.81.1-3.81.12