← 波利比奥斯

历史

§3.75.1-3.75.8

败绩败露与罗马全面整军备战

尽管提比里乌斯试图通过虚假报告隐瞒败绩,但罗马市民很快便查明了惨败的真相。在危机感的驱使下,罗马积极整军备战,加强前沿防守,并在新执政官的率领下全力做好迎敌整备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.75.1

ὁ δὲ Τεβέριος εἰδὼς μὲν τὰ συμβεβηκότα, βουλόμενος δὲ κατὰ δύναμιν ἐπικρύπτεσθαι τοὺς ἐν τῇ Ῥώμῃ τὸ γεγονὸς1 ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι μάχης γενομένης τὴν νίκην αὐτῶν ὁ χειμὼν ἀφείλετο.

提比里乌斯虽然深知所发生的一切,但因希望尽可能向罗马城内的人隐瞒真相,便派人前去报告说,虽然发生了战斗,但暴风雨夺走了他们的胜利。

§3.75.2

οἱ δὲ Ῥωμαῖοι παραυτίκα μὲν ἐπίστευον τοῖς προσπίπτουσιν· μετʼ οὐ πολὺ δὲ πυνθανόμενοι τοὺς μὲν Καρχηδονίους καὶ τὴν παρεμβολὴν τὴν αὑτῶν τηρεῖν καὶ τοὺς Κελτοὺς πάντας ἀπονενευκέναι πρὸς τὴν ἐκείνων φιλίαν, τοὺς δὲ παρʼ αὑτῶν ἀπολελοιπότας τὴν παρεμβολὴν2 ἐκ τῆς μάχης ἀνακεχωρηκέναι3 καὶ συνηθροῖσθαι πάντας εἰς τὰς πόλεις καὶ χορηγεῖσθαι δὲ τοῖς ἀναγκαίοις ἐκ θαλάττης ἀνὰ τὸν Πάδον ποταμόν, καὶ λίαν σαφῶς ἔγνωσαν τὰ γεγονότα περὶ τὸν κίνδυνον.

起初,罗马人相信了传来的消息;但没过多久,他们得知迦太基人仍坚守着自己的营地,而所有的凯尔特人都已倒向对方并与之修好,且己方从战场撤离、离开营地的士兵已全部退守并聚集在各个城市,并且正通过海路沿波河逆流而上获得必需物资的补给,于是他们极其清楚地了解了这次危机的真相。

§3.75.4

διὸ καὶ παραδόξου φανέντος αὐτοῖς τοῦ πράγματος, περὶ τὰς λοιπὰς παρασκευὰς διαφερόντως ἐγίνοντο καὶ περὶ φυλακὴν τῶν προκειμένων τόπων, πέμποντες εἰς Σαρδόνα καὶ Σικελίαν στρατόπεδα, πρὸς δὲ τούτοις εἰς Τάραντα προφυλακὰς καὶ τῶν ἄλλων τόπων εἰς τοὺς εὐκαίρους· παρεσκεύασαν δὲ καὶ ναῦς ἑξήκοντα πεντήρεις. Γνάιος δὲ Σερουίλιος καὶ Γάιος Φλαμίνιος, οἵπερ ἔτυχον ὕπατοι τότε καθεσταμένοι, συνῆγον τοὺς συμμάχους καὶ κατέγραφον τὰ παρʼ αὑτοῖς στρατόπεδα.

因此,尽管这一局势在他们看来出乎意料,他们仍极其热切地投入到其余的整备工作以及对前沿地区的防守中,向撒丁岛和西西里派遣了军队,此外还向塔兰托及其他要冲之地派出了守备队;他们还装备了六十艘五段舵战船。而格纳尤斯·塞维里乌斯和盖乌斯·弗拉米尼乌斯,他们当时正担任执政官,召集了盟友并征召了自己的军团。

§3.75.6

παρῆγον δὲ καὶ τὰς ἀγορὰς τὰς μὲν εἰς Ἀρίμινον τὰς δʼ εἰς Τυρρηνίαν, ὡς ἐπὶ τούτοις ποιησόμενοι τοῖς τόποις τὴν ἔξοδον.

他们还运送粮食,一部分运往阿里米努姆,另一部分运往伊特鲁里亚,意图从这些地方发起出击。

§3.75.7

ἔπεμψαν δὲ καὶ πρὸς Ἱέρωνα περὶ βοηθείας, ὃς καὶ πεντακοσίους αὐτοῖς ἐξαπέστειλε Κρῆτας καὶ χιλίους πελτοφόρους· πάντα δὲ καὶ πανταχόθεν ἐνεργῶς ἡτοίμαζον.

他们还派人向希伦请求援助,希伦给他们派去了五百名克里特兵和一千名轻盾兵;他们积极地从各处准备一切。

§3.75.8

τότε γάρ εἰσι φοβερώτατοι Ῥωμαῖοι καὶ κοινῇ καὶ κατʼ ἰδίαν, ὅταν αὐτοὺς περιστῇ φόβος ἀληθινός.

因为罗马人无论在国家层面上还是个人层面上,只有在真正的恐惧降临时,才是最可怕的。

语法注3 条
  1. 3.75.1ἐπικρύπτεσθαι τοὺς ἐν τῇ Ῥώμῃ τὸ γεγονὸς

    动词 ἐπικρύπτομαι 带有双宾格(“向[某人,宾格]隐瞒[某事,宾格]”)。此处 τοὺς ἐν τῇ Ῥώμῃ 是表示人的宾格,τὸ γεγονὸς 是表示事物的宾格,其逻辑主语为与分词 βουλόμενος 一致的提比里乌斯。

  2. 3.75.3τοὺς δὲ παρʼ αὑτῶν ἀπολελοιπότας τὴν παρεμβολὴν

    ἀπολελοιπότας 是现在完成时主动分词。直译为“离开自己营地的人”,但在语境中是指在战败后被迫放弃营地、被迫撤退的罗马幸存士兵。

  3. 3.75.2πυνθανόμενοι τοὺς μὲν Καρχηδονίους ... καὶ τοὺς Κελτοὺς ... τοὺς δὲ παρʼ αὑτῶν ... ἀνακεχωρηκέναι

    分词 πυνθανόμενοι(§3.75.2)引导着一系列并列的“宾格加不定式”结构(1. τοὺς μὲν Καρχηδονίους ... τηρεῖν, 2. καὶ τοὺς Κελτοὺς ... ἀπονενευκέναι, 3. τοὺς δὲ παρʼ αὑτῶν ... ἀνακεχωρηκέναι...),构成了一个长句,并最终收束于主句动词 ἔγνωσαν(§3.75.3)。ἔγνωσαν 之前的 καὶ 起到了强调连接的作用(“于是他们确实清楚地知道了……”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.75.1-3.75.8