- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.6.1-3.6.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
波利比乌斯明确了战争的“原因”、“借口”和“起点”之间的概念区别,并以对波斯人战争的具体实例进行了阐述。
ἔνιοι δὲ τῶν συγγεγραφότων τὰς κατʼ Ἀννίβαν πράξεις βουλόμενοι τὰς αἰτίας ἡμῖν ὑποδεικνύναι, διʼ ἃς Ῥωμαίοις καὶ Καρχηδονίοις ὁ προειρημένος ἐνέστη πόλεμος, πρώτην μὲν ἀποφαίνουσι τὴν Ζακάνθης πολιορκίαν ὑπὸ Καρχηδονίων, δευτέραν δὲ τὴν διάβασιν αὐτῶν παρὰ τὰς συνθήκας τοῦ προσαγορευομένου παρὰ τοῖς ἐγχωρίοις Ἴβηρος ποταμοῦ·
某些撰写汉尼拔事迹的历史学家,企图向我们展示导致前述罗马人与迦太基人之间爆发战争的原因,他们声称第一原因乃是迦太基人对萨贡托的包围,第二原因则是他们违反条约,渡过了被当地居民称为埃布罗河的河流。
ἐγὼ δὲ ταύτας ἀρχὰς μὲν εἶναι τοῦ πολέμου φήσαιμʼ ἄν, αἰτίας γε μὴν οὐδαμῶς ἂν συγχωρήσαιμι. πολλοῦ γε δεῖν,1 εἰ μὴ καὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν αἰτίαν εἶναί τις φήσει τοῦ πρὸς τοὺς Πέρσας πολέμου καὶ τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα τοῦ πρὸς Ῥωμαίους· ὧν οὔτʼ εἰκὸς οὔτʼ ἀληθές ἐστιν οὐδέτερον.
然而,我会说这些只是战争的起点,但我绝不承认它们是原因;远非如此,除非有人还会说,亚历山大渡海进入亚洲是对波斯人战争的原因,而安条克在德米特里阿斯登陆是对罗马人战争的原因。但对于这两者而言,既不合情理也不真实。
τίς γὰρ ἂν νομίσειε ταύτας αἰτίας ὑπάρχειν, ὧν πολλὰ μὲν Ἀλέξανδρος πρότερον, οὐκ ὀλίγα δὲ Φίλιππος ἔτι ζῶν ἐνήργησε καὶ παρεσκευάσατο πρὸς τὸν κατὰ τῶν Περσῶν πόλεμον, ὁμοίως δὲ πάλιν Αἰτωλοὶ πρὸ τῆς Ἀντιόχου παρουσίας πρὸς τὸν κατὰ Ῥωμαίων;
因为谁会认为这些是原因呢?亚历山大之前已经做了很多,而腓力在世时,也已经为对波斯人的战争做出了不少实际行动和准备,同样,在安条克到来之前,埃托利亚人也已经为对罗马人的战争做好了准备。
ἀλλʼ ἔστιν ἀνθρώπων2 τὰ τοιαῦτα μὴ διειληφότων ἀρχὴ τί διαφέρει καὶ πόσον διέστηκεν αἰτίας καὶ προφάσεως, καὶ διότι τὰ μέν ἐστι πρῶτα τῶν ἁπάντων, ἡ δʼ ἀρχὴ τελευταῖον τῶν εἰρημένων.
但这种看法属于那些没有分清起点与原因和借口有何不同、相距多远的人,以及没有分清原因是一切事物的最先者,而起点是上述事物中最后者的人。
ἐγὼ δὲ παντὸς ἀρχὰς μὲν εἶναί φημι τὰς πρώτας ἐπιβολὰς καὶ πράξεις τῶν ἤδη κεκριμένων, αἰτίας δὲ τὰς προκαθηγουμένας τῶν κρίσεων καὶ διαλήψεων· λέγω δʼ ἐπινοίας καὶ διαθέσεις καὶ τοὺς περὶ ταῦτα συλλογισμοὺς καὶ διʼ ὧν· ἐπὶ τὸ κρῖναί τι καὶ προθέσθαι παραγινόμεθα.
因为我说,一切事物的起点是已经决定之事的最先尝试和行动,而原因则是先于决定和判断的东西;我所说的“原因”是指意图、心理状态、对此的考量,以及我们通过这些从而做出决定和计划的那些过程。
δῆλον δʼ οἷον τὸ προειρημένον ἐκ τῶν ἐπιφερομένων.
上述所言之意,在接下来的内容中便可一目了然。
τίνες γὰρ ἀληθῶς ἦσαν αἰτίαι, καὶ πόθεν φῦναι συνέβη τὸν πρὸς τοὺς Πέρσας πόλεμον, εὐμαρὲς καὶ τῷ τυχόντι συνιδεῖν.
因为,什么是真正的原因,以及对波斯人的战争是从何处产生的,即使是普通人也能轻易看清。
ἦν δὲ πρώτη μὲν ἡ τῶν μετὰ Ξενοφῶντος Ἑλλήνων ἐκ τῶν ἄνω σατραπειῶν ἐπάνοδος, ἐν ᾗ πᾶσαν τὴν Ἀσίαν διαπορευομένων αὐτῶν πολεμίαν ὑπάρχουσαν οὐδεὶς ἐτόλμα μένειν κατὰ πρόσωπον τῶν βαρβάρων·
第一是随同色诺芬的希腊人从内陆省份的返回,在此期间,当他们穿过整个敌对的亚洲时,没有一个蛮族人敢于正面阻拦他们。
δευτέρα δʼ ἡ τοῦ Λακεδαιμονίων βασιλέως Ἀγησιλάου διάβασις εἰς τὴν Ἀσίαν, ἐν ᾗ ʼκεῖνος οὐδὲν ἀξιόχρεων οὐδʼ ἀντίπαλον εὑρὼν ταῖς σφετέραις ἐπιβολαῖς ἄπρακτος ἠναγκάσθη μεταξὺ διὰ τὰς περὶ τὴν Ἑλλάδα ταραχὰς ἐπανελθεῖν.
第二是拉刻代蒙人国王阿格西劳斯渡海进入亚洲,在此期间,他发现没有任何值得交手或匹敌的对手来抗衡他的行动,但由于希腊的动乱,他被迫在半途中无功而返。
ἐξ ὧν Φίλιππος κατανοήσας καὶ συλλογισάμενος τὴν Περσῶν ἀνανδρίαν καὶ ῥᾳθυμίαν καὶ τὴν αὑτοῦ καὶ Μακεδόνων εὐεξίαν ἐν τοῖς πολεμικοῖς, ἔτι δὲ καὶ τὸ μέγεθος καὶ τὸ κάλλος τῶν ἐσομένων ἄθλων ἐκ τοῦ πολέμου πρὸ ὀφθαλμῶν θέμενος, ἅμα τῷ περιποιήσασθαι τὴν ἐκ τῶν Ἑλλήνων εὔνοιαν ὁμολογουμένην, εὐθέως προφάσει χρώμενος ὅτι σπεύδει μετελθεῖν τὴν Περσῶν παρανομίαν εἰς τοὺς Ἕλληνας, ὁρμὴν ἔσχε καὶ προέθετο πολεμεῖν καὶ πάντα πρὸς τοῦτο τὸ μέρος ἡτοίμαζε.
腓力从这些事件中察觉并推算出了波斯人的懦弱与怠惰,以及他自己和马其顿人在军事上的强盛,又将战争所能带来的奖赏的巨大与美好呈现在眼前,一旦获得了希腊人一致的善意,他便立即以渴望为波斯人对希腊人的不法行为报仇为借口,产生了斗志并计划进行战争,并为此做好了各方面的准备。
διόπερ αἰτίας μὲν τὰς πρώτας ῥηθείσας ἡγητέον τοῦ πρὸς τοὺς Πέρσας πολέμου, πρόφασιν δὲ τὴν δευτέραν, ἀρχὴν δὲ τὴν3
因此,我们必须将首先提到的那些事视为对波斯人战争的原因,而将第二件事视为借口,而将起点视为……
- 3.6.3πολλοῦ γε δεῖν
绝对不定式的一种惯用表达,用作副词性短语,表示强烈的否定,意为“远非如此”或“绝不”。
- 3.6.6ἔστιν ἀνθρώπων
无人称动词 ἔστι 结合表示特征的属格 ἀνθρώπων 的句式,意为“这是……的人的特征”或“属于……的人的看法”。
- 3.6.14ἀρχὴν δὲ τὴν
本节在句中中断,通常认为手稿存在残缺。宾格阴性冠词 τὴν 原本用于引导代表对波斯人战争“起点”的名词短语(可能如3.6.4中提及的“亚历山大渡海” τὴν Ἀλεξάνδρου διάβασιν)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
