- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.55.1-3.55.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
由于旧雪上覆盖新雪导致人畜极易打滑,汉尼拔放弃了绕道企图,转而在悬崖上修路。他在一天内为马匹和驮兽开辟了通路,并在三天内艰难地让饥饿的象群通过。
ἀπέστη τῆς ἐπιβολῆς. τὸ γὰρ συμβαῖνον ἴδιον ἦν καὶ παρηλλαγμένον. ἐπὶ γὰρ τὴν προϋπάρχουσαν χιόνα καὶ διαμεμενηκυῖαν ἐκ τοῦ πρότερον χειμῶνος ἄρτι τῆς ἐπʼ ἔτους πεπτωκυίας,1 ταύτην μὲν εὐδιάκοπτον εἶναι συνέβαινε καὶ διὰ τὸ πρόσφατον οὖσαν ἁπαλὴν ὑπάρχειν καὶ διὰ τὸ μηδέπω βάθος ἔχειν.
他放弃了这一企图;因为所发生的情况十分独特而异乎寻常。在上一冬季残留至今的旧雪之上,今年新落的积雪刚刚覆上,由于这新雪是新落的,十分松软,且尚无厚度,因此很容易被踩破。
ὁπότε δὲ ταύτην διαπατήσαντες ἐπὶ τὴν ὑποκάτω καὶ συνεστηκυῖαν ἐπιβαῖεν, οὐκέτι διέκοπτον, ἀλλʼ ἐπέπλεον ὀλισθάνοντες ἀμφοτέροις ἅμα τοῖς ποσί, καθάπερ ἐπὶ τῇ γῇ συμβαίνει τοῖς διὰ τῶν ἀκροπήλων2 πορευομένοις.
然而,当他们踩穿新雪、踏上其下坚实的旧雪时,便再也无法踩破,反而两脚同时打滑,在其上滑行,正如在陆地上行走于浅泥之中的人所遇到的情形一样。
τὸ δὲ συνεξακολουθοῦν τούτοις ἔτι δυσχερέστερον ὑπῆρχεν.
而随之而来的情况则更为艰难。
οἱ μὲν γὰρ ἄνδρες οὐ δυνάμενοι τὴν κάτω χιόνα διακόπτειν, ὁπότε πεσόντες βουληθεῖεν ἢ τοῖς γόνασιν ἢ ταῖς χερσὶ προσεξερείσασθαι πρὸς τὴν ἐξανάστασιν, τότε καὶ μᾶλλον ἐπέπλεον ἅμα πᾶσι τοῖς ἐρείσμασιν,3 ἐπὶ πολὺ καταφερῶν ὄντων τῶν χωρίων·
因为士兵们无法踩破下层的雪,当他们摔倒并企图用膝盖或双手支撑着站起来时,由于地势极其陡峭,他们便会连同所有的支撑点一起越发向下滑去。
τὰ δʼ ὑποζύγια διέκοπτεν, ὅτε πέσοι, τὴν κάτω χιόνα κατὰ τὴν διανάστασιν, διακόψαντα δʼ ἔμενε μετὰ τῶν φορτίων οἷον καταπεπηγότα διά τε τὸ βάρος καὶ διὰ τὸ πῆγμα τῆς προϋπαρχούσης χιόνος.
另一方面,驮兽在摔倒后挣扎站立时,虽能踩破下层的雪,但一旦踩破,便由于其自身的重量以及旧雪的坚冻,连同背负的货物一起,仿佛被冻住一般无法动弹。
ὅθεν ἀποστὰς τῆς τοιαύτης ἐλπίδος ἐστρατοπέδευσε περὶ τὴν ῥάχιν, διαμησάμενος τὴν ἐπʼ αὐτῇ χιόνα, καὶ μετὰ ταῦτα παραστήσας τὰ πλήθη τὸν κρημνὸν ἐξῳκοδόμει μετὰ πολλῆς ταλαιπωρίας.
因此,汉尼拔放弃了这一尝试的希望,在清理了山脊上的积雪后,在山脊周围安营扎寨,随后动员群众,历经千辛万苦在悬崖上修筑道路。
τοῖς μὲν οὖν ὑποζυγίοις καὶ τοῖς ἵπποις ἱκανὴν ἐποίησε πάροδον ἐν ἡμέρᾳ μιᾷ. διὸ καὶ ταῦτα μὲν εὐθέως διαγαγὼν καὶ καταστρατοπεδεύσας περὶ τοὺς ἐκφεύγοντας ἤδη τὴν χιόνα τόπους διαφῆκε πρὸς τὰς νομάς, τοὺς δὲ Νομάδας4 ἀνὰ μέρος προῆγε πρὸς τὴν οἰκοδομίαν καὶ μόλις ἐν ἡμέραις τρισὶ κακοπαθήσας διήγαγε τὰ θηρία. καὶ τάδε συνέβαινε κακῶς ὑπὸ τοῦ λιμοῦ διατεθεῖσθαι· τῶν γὰρ Ἄλπεων τὰ μὲν ἄκρα καὶ τὰ πρὸς τὰς ὑπερβολὰς ἀνήκοντα τελέως ἄδενδρα καὶ ψιλὰ πάντʼ ἔστι διὰ τὸ συνεχῶς ἐπιμένειν τὴν χιόνα καὶ θέρους καὶ χειμῶνος, τὰ δʼ ὑπὸ μέσην τὴν παρώρειαν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑλοφόρα καὶ δενδροφόρα καὶ τὸ ὅλον οἰκήσιμʼ ἔστιν.
于是,他在一天之内为驮兽和马匹开辟了足够的通道。因此,他立即将它们带过去,让它们在已经没有积雪的地方安营,并放它们去牧场;随后他轮流派出努米底亚兵去修路,历经三天的艰苦奋斗,才勉强将大象引过。而这些野兽也因饥饿而处于虚弱不堪的状态;因为阿尔卑斯山的山顶和通往山口的部分,由于不论冬夏积雪常年不化,完全没有树木而光秃荒凉,但在两侧山坡的中部以下,则森林密布,草木繁茂,整体上是适宜居住的。
- 3.55.1ἄρτι τῆς ἐπʼ ἔτους πεπτωκυίας
这是一个属格独立结构,女性属格分词 πεπτωκυίας 的逻辑主语是冠词 τῆς(省略了名词 χιόνος“雪”)。短语 ἐπʼ ἔτους 意为“今年的”,与前文提及的“前一冬季残留的旧雪”形成对比。
- 3.55.2ἀκροπήλων
形容词 ἀκρόπηλος(表面覆泥的、泥泞的)的复数中性属格形式,在此作名词化使用,作为前置词 διά 的宾语。此比喻将新雪下坚硬湿滑的旧雪,比作陆地上浅泥地中令人打滑的湿滑泥沼。
- 3.55.4ἐρείσμασιν
名词 ἔρεισμα(支撑、支柱)的复数与格形式。在此指跌倒的士兵企图站立时用来支撑身体的手或膝盖等“身体支撑部位”或“立足点”。短语 ἅμα πᾶσι τοῖς ἐρείσμασιν 表示他们连同所有试图依靠的支撑物一起滑落下去。
- 3.55.8τοὺς δὲ Νομάδας
此处指汉尼拔麾下的“努米底亚兵”,而非一般意义上的“游牧民”。这些通常作为骑兵闻名的士兵,在此处被轮流派去进行艰苦的土木道路修筑工作。
