- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.50.1-3.50.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
汉尼拔开始攀登阿尔卑斯山,因阿洛布罗基斯人预先占领要冲而陷入危机。但在得知敌人夜间会退回城镇后,他趁夜率领轻装兵夺取了这些要地。
Ἀννίβας δʼ ἐν ἡμέραις δέκα πορευθεὶς παρὰ τὸν ποταμὸν εἰς ὀκτακοσίους σταδίους ἤρξατο τῆς πρὸς τὰς Ἄλπεις ἀναβολῆς, καὶ συνέβη μεγίστοις αὐτὸν περιπεσεῖν κινδύνοις.
汉尼拔在十天内沿着河川行军八百斯塔德,开始攀登阿尔卑斯山,结果他陷入了极大的危险之中。
ἕως μὲν γὰρ ἐν τοῖς ἐπιπέδοις ἦσαν, ἀπείχοντο πάντες αὐτῶν οἱ κατὰ μέρος ἡγεμόνες τῶν Ἀλλοβρίγων, τὰ μὲν τοὺς ἱππεῖς δεδιότες, τὰ δὲ1 τοὺς παραπέμποντας βαρβάρους· ἐπειδὴ δʼ ἐκεῖνοι μὲν εἰς τὴν οἰκείαν ἀπηλλάγησαν, οἱ δὲ περὶ τὸν Ἀννίβαν ἤρξαντο προάγειν εἰς τὰς δυσχωρίας, τότε συναθροίσαντες οἱ τῶν Ἀλλοβρίγων ἡγεμόνες ἱκανόν τι πλῆθος προκατελάβοντο τοὺς εὐκαίρους τόπους, διʼ ὧν ἔδει τοὺς περὶ τὸν Ἀννίβαν κατʼ ἀνάγκην ποιεῖσθαι τὴν ἀναβολήν.
因为只要他们还在平原上,阿洛布罗基斯人的各部落首领都对他们敬而远之,一方面是害怕骑兵,另一方面是害怕护送他们的蛮族;但是,当后者返回自己的家园,而汉尼拔的军队开始向险要关隘推进时,阿洛布罗基斯人的首领们便集结了相当数量的军队,预先占领了汉尼拔一军势必通过其进行攀登的有利地形。
εἰ μὲν οὖν ἔκρυψαν τὴν ἐπίνοιαν, ὁλοσχερῶς ἂν διέφθειραν2 τὸ στράτευμα τῶν Καρχηδονίων· νῦν δὲ καταφανεῖς γενόμενοι μεγάλα μὲν καὶ τοὺς περὶ Ἀννίβαν ἔβλαψαν, οὐκ ἐλάττω δʼ ἑαυτούς.
因此,如果他们隐瞒了自己的意图,本可以将迦太基军队全军覆没;但现在,由于意图暴露,他们虽然给汉尼拔的军队造成了巨大的伤害,但他们自己遭受的损害也同样不小。
γνοὺς γὰρ ὁ στρατηγὸς τῶν Καρχηδονίων ὅτι προκατέχουσιν οἱ βάρβαροι τοὺς εὐκαίρους τόπους, αὐτὸς μὲν καταστρατοπεδεύσας πρὸς ταῖς ὑπερβολαῖς ἐπέμενε, προέπεμψε δέ τινας τῶν καθηγουμένων αὐτοῖς Γαλατῶν χάριν τοῦ κατασκέψασθαι τὴν τῶν ὑπεναντίων ἐπίνοιαν καὶ τὴν ὅλην ὑπόθεσιν.
迦太基的将军得知蛮族预先占领了有利地形,便亲自在隘口附近安营扎寨并停留在那儿,同时派遣了几名担任他们向导的高卢人,以便侦察敌人的意图和整个局势。
ὧν πραξάντων τὸ συνταχθέν,3 ἐπιγνοὺς ὁ στρατηγὸς ὅτι τὰς μὲν ἡμέρας ἐπιμελῶς παρευτακτοῦσι καὶ τηροῦσι τοὺς τόπους οἱ πολέμιοι, τὰς δὲ νύκτας εἴς τινα παρακειμένην πόλιν ἀπαλλάττονται, πρὸς ταύτην τὴν ὑπόθεσιν ἁρμοζόμενος συνεστήσατο πρᾶξιν τοιαύτην.
在这些人执行了命令之后,将军获悉敌人白天认真值守并看守着这些地方,而到了晚上则退回附近的一座城镇,针对这一情况,他采取了如下行动。
ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐμφανῶς καὶ συνεγγίσας ταῖς δυσχωρίαις οὐ μακρὰν τῶν πολεμίων κατεστρατοπέδευσε. τῆς δὲ νυκτὸς ἐπιγενομένης, συντάξας τὰ πυρὰ καίειν,4 τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως αὐτοῦ κατέλιπε, τοὺς δʼ ἐπιτηδειοτάτους εὐζώνους ποιήσας διῆλθε τὰ στενὰ τὴν νύκτα καὶ κατέσχε τοὺς ὑπὸ τῶν πολεμίων προκαταληφθέντας τόπους, ἀποκεχωρηκότων τῶν βαρβάρων κατὰ τὴν συνήθειαν εἰς τὴν πόλιν.
他率领军队公开推进,在接近险要关隘时,在离敌人不远的地方安营扎寨。入夜后,他下令点燃营火,将大部分兵力留在原处,自己则率领最合适的轻装步兵,在夜间穿过隘口,在蛮族照例退回城镇时,占领了先前被敌人预先占领的地方。
- 3.50.2τὰ μὲν... τὰ δὲ...
中性复数宾格(或副词性宾格) τὰ μὲν ... τὰ δὲ ... 起副词作用,并列分词 δεδιότες 的两个原因,意为“一方面害怕……,另一方面害怕……”(即指骑兵和护送他们的蛮族)。
- 3.50.4εἰ μὲν οὖν ἔκρυψαν... ἂν διέφθειραν...
使用直说过去时(εἰ + 直说过去不定过去时 ... ἄν + 直说过去不定过去时)构成过去反事实条件句,表示对过去相反事实的假设及其结果:“如果他们隐瞒了……,他们本会彻底摧毁……”。
- 3.50.7ὧν πραξάντων τὸ συνταχθέν
属格绝对结构,其中关系代词 ὧν 作为分词 πραξάντων 的逻辑主语。关系代词在句首起连接作用,承接前一句派往侦察的命令。
- 3.50.8συντάξας τὰ πυρὰ καίειν
动词 συντάσσω(命令、安排)支配无宾格主语的不定式 καίειν(省略了其逻辑主语如士兵等),表示命令的内容“点燃/保持燃着营火”。
