← 波利比奥斯

历史

§3.35.1-3.35.8

汉尼拔渡过埃布罗河与翻越比利牛斯山

汉尼拔渡过埃布罗河并平定了直抵比利牛斯山脉的各部族,留汉诺率一部分守军确保后方安全,随后率领一支精锐部队翻越比利牛斯山向罗讷河前进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.35.1

ἐπιτελέσας δὲ τὰ προειρημένα κατὰ τὴν παραχειμασίαν καὶ παρασκευάσας ἱκανὴν ἀσφάλειαν τοῖς τε κατὰ τὴν Λιβύην καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι, παραγενομένης τῆς ταχθείσης ἡμέρας, προῆγε, πεζῶν μὲν ἔχων εἰς ἐννέα μυριάδας, ἱππεῖς δὲ περὶ μυρίους καὶ δισχιλίους.

在冬营期间完成了上述准备工作,并为利比亚和伊比利亚的事务提供了足够的安全保障后,当规定的日期到来时,他便开始进军,率领步兵约九万人、骑兵约一万二千人。

§3.35.2

καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν κατεστρέφετο τό τε τῶν Ἰλουργητῶν ἔθνος καὶ Βαργουσίων ἔτι δὲ τοὺς Αἰρηνοσίους καὶ τοὺς Ἀνδοσίνους μέχρι τῆς προσαγορευομένης Πυρήνης.

渡过埃布罗河后,他征服了伊卢尔格特斯族、巴尔古西族,以及埃雷诺西人和安多西人,直抵被称为比利牛斯山脉的地方。

§3.35.3

ποιησάμενος δὲ πάντας ὑφʼ ἑαυτὸν καί τινας πόλεις κατὰ κράτος ἑλών, ταχέως μὲν καὶ παρʼ ἐλπίδα, μετὰ πολλῶν δὲ καὶ μεγάλων ἀγώνων ἔτι δὲ πολλῆς καταφθορᾶς ἀνδρῶν, ἡγεμόνα μὲν ἐπὶ πάσης κατέλιπε τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας Ἄννωνα, τῶν δὲ Βαργουσίων καὶ δεσπότην· μάλιστα γὰρ τούτοις ἠπίστει διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιαν.

他将他们全部收归自己麾下,并用武力攻占了一些城市,这虽然迅速且出人意料地顺利,但也是在经历了许多次重大战斗以及损失了大量兵员之后才实现的。他留下了汉诺作为这条河这一侧所有土地的指挥官,并且也是巴尔古西人的主宰;因为由于他们对罗马人的好感,他最不信任这部分人。

§3.35.5

ἀπεμέρισε δὲ καὶ τῆς δυνάμεως ἧς εἶχε τῷ μὲν Ἄννωνι πεζοὺς μυρίους ἱππεῖς δὲ χιλίους καὶ τὰς ἀποσκευὰς ἀπέλιπε τούτῳ τῶν αὐτῷ συνεξορμώντων.

他还从自己拥有的军队中分出一部分,留给汉诺一万步兵和一千骑兵,并将随同自己出发的人的行李留给了他。

§3.35.6

εἰς δὲ τὴν οἰκείαν ἀπέλυσε τοὺς ἴσους τοῖς προειρημένοις, βουλόμενος αὐτούς τε τούτους εὔνους ἀπολιπεῖν, τοῖς τε λοιποῖς ὑποδεικνύων ἐλπίδα τῆς εἰς οἶκον ἐπανόδου καὶ τοῖς μεθʼ ἑαυτοῦ μὲν στρατευομένοις, οὐχ ἧττον δὲ καὶ τοῖς ἐν οἴκῳ μένουσι τῶν Ἰβήρων,1 ἵνα προθύμως ἐξορμῶσι πάντες, ἄν ποτέ τις ἐπικουρίας χρεία γένηται παρʼ αὐτῶν.

他放行了与上述同等数量的人回到他们自己的家园,这既是希望让他们这些人保持善意,也是向其余的人展示重返家园的希望,不仅是对那些与他一同服役的人,同样也是对留在老家的伊比利亚人,以便日后如果需要他们的协助时,所有人都能热切地出发。

§3.35.7

τὴν δὲ λοιπὴν στρατιὰν ἀναλαβὼν εὔζωνον πεζοὺς μὲν πεντακισμυρίους ἱππεῖς δὲ πρὸς ἐννακισχιλίους ἦγεν διὰ τῶν Πυρηναίων λεγομένων ὀρῶν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ καλουμένου ποταμοῦ διάβασιν, ἔχων οὐχ οὕτως πολλὴν δύναμιν ὡς χρησίμην2 καὶ γεγυμνασμένην διαφερόντως ἐκ τῆς συνεχείας τῶν κατὰ τὴν Ἰβηρίαν ἀγώνων.

随后,他带领其余的轻装部队——五万步兵和约九千骑兵,穿过被称为比利牛斯的山脉,向被称为罗讷河的渡口前进,他所拥有的兵力与其说数量众多,不如说因在伊比利亚接连不断的战斗中得到了格外的锻炼而非常实用。

语法注2 条
  1. 3.35.6τῶν Ἰβήρων

    部分属格,修饰前面两个分词短语“与他一同出征的人”(τοῖς μεθʼ ἑαυτοῦ... στρατευομένοις)和“留在家里的人”(τοῖς ἐν οἴκῳ μένουσι)。

  2. 3.35.8οὐχ οὕτως πολλὴν δύναμιν ὡς χρησίμην

    比较句式 οὐχ οὕτως... ὡς...(不那么……而是……),用以强调军队的质量与实用性(χρησίμην)而非纯粹的数量(πολλήν)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.35.1-3.35.8