- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.32.1-3.32.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
作者解释说,与阅读零散的局部历史著作相比,阅读他那由四十卷组成的通史要容易且有益得多,并以历史事件的有机联系为例进行了说明。
ἧι1 καὶ τοὺς ὑπολαμβάνοντας δύσκτητον εἶναι καὶ δυσανάγνωστον τὴν ἡμετέραν πραγματείαν διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν βύβλων ἀγνοεῖν νομιστέον.
因此,那些因为我这部著作的卷数繁多、篇幅宏大就认为它难以获得、难以读完的人,必须被视为是极其糊涂的。
πόσῳ γὰρ ῥᾷόν ἐστι καὶ κτήσασθαι καὶ διαναγνῶναι βύβλους τετταράκοντα καθαπερανεὶ κατὰ μίτον ἐξυφασμένας καὶ παρακολουθῆσαι σαφῶς ταῖς μὲν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεσιν ἀπὸ τῶν κατὰ Πύρρον [καὶ Τίμαιον συγγραφέων καὶ καιρῶν ἐξηγήσεως] εἰς τὴν Καρχηδόνος ἅλωσιν, ταῖς δὲ κατὰ τὴν ἄλλην οἰκουμένην ἀπὸ τῆς Κλεομένους τοῦ Σπαρτιάτου φυγῆς κατὰ τὸ συνεχὲς μέχρι τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν παρατάξεως, ἢ τὰς τῶν κατὰ μέρος γραφόντων συντάξεις ἀναγινώσκειν ἢ κτᾶσθαι;2
因为,去获得并通读那仿佛沿着一根线织成的四十卷书,并清晰地追踪意大利、西西里和利比亚的事件——从皮洛士时代[以及提麦奥斯之后的历史学家及其时代的阐述]一直到迦太基的陷落,以及世界上其他地方的事件——从斯巴达人克里昂米尼的逃亡开始,连续不断地一直到阿开亚人和罗马人在地峡的决战,这比起阅读或获得那些撰写局部历史者的著作,要容易多少倍啊!
χωρὶς γὰρ τοῦ πολλαπλασίους αὐτὰς ὑπάρχειν τῶν ἡμετέρων ὑπομνημάτων, οὐδὲ καταλαβεῖν ἐξ αὐτῶν βεβαίως οὐδὲν οἷόν τε τοὺς ἀναγινώσκοντας, πρῶτον μὲν διὰ τὸ τοὺς πλείστους μὴ ταὐτὰ περὶ τῶν αὐτῶν γράφειν, εἶτα διὰ τὸ τὰς καταλλήλους τῶν πράξεων παραλείπειν, ὧν ἐκ παραθέσεως3 συνθεωρουμένων καὶ συγκρινομένων ἀλλοιοτέρας ἕκαστα τυγχάνει δοκιμασίας τῆς κατὰ μέρος διαλήψεως, τῶν δὲ κυριωτάτων μηδὲ ψαύειν αὐτοὺς δύνασθαι τὸ παράπαν.
因为,且不说那些著作的数量是我这部备忘录的许多倍,读者们根本无法从中确切地领会任何事情。首先是因为大多数人对于同一事件的记载并不相同,其次是因为他们遗漏了事件之间的相互对应,而只有通过将这些事件并置考察和对比,每一件事才能获得与局部见解完全不同的评判,但他们却连最重要的事情也根本无法触及。
ἀκμὴν4 γάρ φαμεν ἀναγκαιότατα μέρη τῆς ἱστορίας εἶναι τά τʼ ἐπιγινόμενα τοῖς ἔργοις καὶ τὰ παρεπόμενα καὶ μάλιστα τὰ περὶ τὰς αἰτίας.
因为我们仍然主张,历史最不可或缺的部分是事件的后果、伴随情况,尤其是关于其原因的部分。
θεωροῦμεν δὲ τὸν μὲν Ἀντιοχικὸν πόλεμον ἐκ τοῦ Φιλιππικοῦ τὰς ἀφορμὰς εἰληφότα, τὸν δὲ Φιλιππικὸν ἐκ τοῦ κατʼ Ἀννίβαν, τὸν δʼ Ἀννιβιακὸν ἐκ τοῦ περὶ Σικελίαν, τὰ δὲ μεταξὺ τούτων πολλὰς καὶ ποικίλας ἐσχηκότα διαθέσεις, πάσας δὲ συννευούσας πρὸς τὴν αὐτὴν ὑπόθεσιν.
事实上,我们看到,针对安条克的战争是从针对腓力的战争中获得契机的,而针对腓力的战争又源于针对汉尼拔的战争,针对汉尼拔的战争则源于关于西西里的战争,其间的诸多事件虽呈现出多种多样的态势,但最终全部收敛于同一个计划。
ταῦτα δὴ πάντα διὰ μὲν τῶν γραφόντων καθόλου δυνατὸν ἐπιγνῶναι καὶ μαθεῖν, διὰ δὲ τῶν τοὺς πολέμους αὐτούς, οἷον τὸν Περσικὸν ἢ τὸν Φιλιππικόν, ἀδύνατον, εἰ μὴ καὶ5 τὰς παρατάξεις τις ἀναγινώσκων αὐτὰς ἐξ ὧν ἐκεῖνοι γράφουσιν ὑπολαμβάνει σαφῶς ἐπεγνωκέναι καὶ τὴν τοῦ πολέμου τοῦ σύμπαντος οἰκονομίαν καὶ διάθεσιν.
所有这些,只有通过撰写通史的学者才能认识和掌握,而通过那些仅撰写战争本身(例如波斯战争或针对腓力的战争)的人则是无法实现的——除非有人认为,仅仅从那些作者所写的文字中阅读具体的战斗,就能够清楚地理解整个战争的全局规划和态势。
ἀλλʼ οὐκ ἔστι τούτων οὐδέν, ἀλλʼ ὅσῳ διαφέρει τὸ μαθεῖν τοῦ μόνον ἀκοῦσαι, τοσούτῳ καὶ τὴν ἡμετέραν ἱστορίαν ὑπολαμβάνω διαφέρειν τῶν ἐπὶ μέρους συντάξεων.
但这是绝不可能的。正如同真正掌握知识与仅仅听闻传言大相径庭一样,我认为我们的历史著作与局部的撰述之间也有着同样巨大的差别。
- 3.32.1ἧι
与格的副词性用法。表示前一章的逻辑结论,意为“因此”或“由此”。
- 3.32.2πόσῳ γὰρ ῥᾷόν ἐστι … ἢ κτᾶσθαι;
一个长比较句结构,表示与比较级 ῥᾷόν 相对照的标准 ἢ(“比……”)出现在 3.32.3 的末尾。它对比了前者(读完四十卷书)和后者(搜集并阅读局部历史学家的著作)。
- 3.32.5ὧν ἐκ παραθέσεως
关系代名词 ὧν 以前文“相互对应的事件”(τὰς καταλλήλους τῶν πράξεων)为先行词。在语法上它实际起到了接续其后的属格绝对分词短语(συνθεωρουμένων καὶ συγκρινομένων)主语的作用。
- 3.32.6ἀκμὴν
宾格的副词性用法。在此处意为“仍然”或“更加”,强调了作者在历史观中对于探究原因之重要性的一贯主张。
- 3.32.9εἰ μὴ καί
引导“除非确实……”的条件从句,但在此处承接前文的“不可能(ἀδύνατον)”,带有一丝反讽地提出了一个不可能成立的假设。
