- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.13.1-3.13.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
在迦太基人因西西里和撒丁岛之事对罗马积怨日深之际,哈斯德鲁巴去世,汉尼拔被军队推举并获民众批准成为将军。他随即征讨奥尔卡德斯人,攻占其重镇阿尔泰亚,并通过慷慨的分红与承诺赢得士兵的忠诚,随后在凯涅波利斯过冬。
γεσθαι.1 Καρχηδόνιοι γὰρ βαρέως μὲν ἔφερον καὶ τὴν ὑπὲρ Σικελίας ἧτταν, συνεπέτεινε δʼ αὐτῶν τὴν ὀργήν, καθάπερ ἐπάνω προεῖπον, τὰ κατὰ Σαρδόνα καὶ τὸ τῶν τελευταῖον συντεθέντων χρημάτων πλῆθος.
叙述。因为迦太基人固然对在西西里的失败感到沉重,但正如我上面所说的,撒丁岛的事态以及最后被强加的巨额赔款,更加剧了他们的愤怒。
διόπερ ἅμα τῷ τὰ πλεῖστα κατʼ Ἰβηρίαν ὑφʼ αὑτοὺς ποιήσασθαι2 πρὸς πᾶν ἑτοίμως διέκειντο τὸ κατὰ Ῥωμαίων ὑποδεικνύμενον.
因此,在将伊比利亚的大部分地区收归己有之后,他们随时准备采取任何针对罗马人的行动。
προσπεσούσης οὖν τῆς Ἀσδρούβου τελευτῆς, ᾧ μετὰ τὸν Ἀμίλκου θάνατον ἐνεχείρισαν τὰ κατὰ τὴν Ἰβηρίαν, τὸ μὲν πρῶτον ἐκαραδόκουν τὰς τῶν δυνάμεων ὁρμάς·
于是,当哈斯德鲁巴去世的消息传来时——在哈米尔卡尔死后,他们曾将伊比利亚的事务托付给哈斯德鲁巴——他们起初屏息观望军队的动向。
ἀφικομένης δὲ τῆς ἀγγελίας ἐκ τῶν στρατοπέδων ὅτι συμβαίνει τὰς δυνάμεις ὁμοθυμαδὸν ᾑρῆσθαι στρατηγὸν Ἀννίβαν, παραυτίκα συναθροίσαντες τὸν δῆμον μιᾷ γνώμῃ κυρίαν ἐποίησαν τὴν τῶν στρατοπέδων αἵρεσιν.
然而,当军营传来消息,称军队一致选举汉尼拔为将军时,他们立即召集民众,并一致通过使军队的选择具有法律效力。
Ἀννίβας δὲ παραλαβὼν τὴν ἀρχὴν εὐθέως ὥρμησεν ὡς καταστρεψόμενος τὸ τῶν Ὀλκάδων ἔθνος· ἀφικόμενος δὲ πρὸς Ἀλθαίαν τὴν βαρυτάτην αὐτῶν πόλιν κατεστρατοπέδευσεν.
汉尼拔接管指挥权后,立即出发准备征服奥尔卡德斯人;他来到他们最强大的城市阿尔泰亚,并在那里安营扎寨。
μετὰ δὲ ταῦτα χρησάμενος ἐνεργοῖς ἅμα καὶ καταπληκτικαῖς προσβολαῖς ταχέως ἐκράτησε τῆς πόλεως. οὗ συμβάντος οἱ λοιποὶ γενόμενοι καταπλαγεῖς ἐνέδωκαν αὑτοὺς τοῖς Καρχηδονίοις.
此后,他通过猛烈而令人震慑的进攻,迅速占领了该城。此事发生后,其余的人惊恐万分,向迦太基人投降。
ἀργυρολογήσας δὲ τὰς πόλεις καὶ κυριεύσας πολλῶν χρημάτων ἧκε παραχειμάσων εἰς Καινὴν πόλιν.
在向各城市征收资金并掌握了大量财富后,他回到凯涅波利斯准备过冬。
μεγαλοψύχως δὲ χρησάμενος τοῖς ὑποταττομένοις καὶ τὰ μὲν δοὺς τῶν ὀψωνίων τοῖς συστρατευομένοις τὰ δʼ ὑπισχνούμενος3 πολλὴν εὔνοιαν καὶ μεγάλας ἐλπίδας ἐνειρ
他宽待被征服的人,并将军饷的一部分发给并肩作战的士兵,另一部分则予以承诺,从而在他们心中树立了极大的好感和巨大的希望
- 3.13.1γεσθαι
与前一个分块末尾的 λέ 结合,构成现在时被动不定式 λέγεσθαι。它作为前一句中动词形容词 ἡγητέον(必须认为)的补足语,意思是“被叙述”。
- 3.13.2ἅμα τῷ τὰ πλεῖστα κατʼ Ἰβηρίαν ὑφʼ αὑτοὺς ποιήσασθαι
介词 ἅμα 后接与格冠词不定式(τῷ ... ποιήσασθαι),构成表示同时性(“与此同时”)的副词短语。由于该不定式的逻辑主语与主句主语(迦太基人)一致,因而省略了宾格表示。
- 3.13.8τὰ μὲν δοὺς τῶν ὀψωνίων τοῖς συστρατευομένοις τὰ δʼ ὑπισχνούμενος
中性复数宾格 τὰ μὲν ... τὰ δὲ 限定部分属格 τῶν ὀψωνίων(军饷、津贴),表示“给予(军饷的)一部分……而承诺另一部分……”。不定过去时分词 δοὺς 与现在时分词 ὑπισχνούμενος 在时态上的对比,反映了当下支付的完成性行为与未来承诺的延续性行为之间的区别。
