- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:29.9.1-29.9.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
作者分析了欧墨尼斯和斐尔修斯两位国王的贪婪如何夺去了他们的判断力,导致他们做出愚蠢的举动,并批判了贪婪所带来的愚昧。
προστίθημι δʼ ἔτι παρʼ ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν.1
我还要从我自身补充这么一点,即贪婪确实会使人愚蠢。
τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλικαύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς κομιδῆς τούτων,2 ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις;
因为谁不会注意到这两位国王的愚昧呢?首先,关于欧墨尼斯,在存在如此巨大的敌意之下,如果他不履行诺言,他又无法向斐尔修斯提供任何足够的回收这些资金的保证,他凭什么希望获得信任并额外得到如此巨额的金钱呢?
πῶς δὲ λαβὼν τοσοῦτο πλῆθος χρημάτων ὑπέλαβε λήσειν Ῥωμαίους;
况且,在收到了如此巨额的金钱之后,他又是怎么以为能瞒过罗马人的呢?
εἰ γὰρ καὶ κατὰ τὸ παρόν, οὐκ ἂν ἔν γε τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε.
因为即使他当时能瞒得过,在随后的时间里也绝不可能不暴露。
λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλλάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν,3 διʼ ἣν ἔμελλε καὶ τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ καὶ τοῦ βίου στερήσεσθαι, πολέμιος φανεὶς Ῥωμαίοις.
结果,他必然会用得到的金钱换来与罗马人的敌对,由于暴露出是罗马人的敌人,他不仅会同时失去所收到的金钱和王位,甚至几乎连性命也要丢掉。
εἰ γὰρ καὶ νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μόνον εἰς τοὺς μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ προσῆκεν ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πράξεως;
因为如果仅仅是脑海中策划、实际上什么也没做,他就已经陷入了最大的危险,那么当前述企图最终付诸实施时,他究竟该遭受怎样的惩罚呢?
τοῦ δὲ Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε πῶς ἄλλο τι συμφορώτερον ἢ προυργιαίτερον ἐνόμισε τοῦ δοῦναι τὰ χρήματα καὶ καταπιεῖν ἐᾶσαι τὸν Εὐμένη τὸ δέλεαρ;
至于斐尔修斯,谁又不会对他感到惊讶呢?他怎么会认为,除了付出金钱并让欧墨尼斯吞下诱饵之外,还有什么其他事情是更有利或更紧迫的呢?
εἰ μὲν γὰρ συνήργησέ τι τῶν κατὰ τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν πόλεμον, εἰς καλὸν ἡ δόσις.
因为如果欧墨尼斯履行了诺言中的某些合作并结束了战争,那么这笔支出就是花得其所。
εἰ δὲ ταύτης διεψεύσθη τῆς ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα κύριος ὑπῆρχεν αὐτός.
即使这一希望落空,他也显然可以将欧墨尼斯推入与罗马人的敌对之中;因为斐尔修斯自己完全有能力将这些事情公之于众。
πόσου δὲ τοῦτʼ ἄξιον Περσεῖ καὶ κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλλογίσασθαι· πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνόμιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατʼ οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας Ῥωμαίοις.
这对斐尔修斯来说,无论在战争中是胜是败,其价值有多大是很容易推算出来的;因为他认为,所发生的一切灾难都是欧墨尼斯造成的,而除了使欧墨尼斯成为罗马人的敌人之外,他绝不可能有任何更好的手段来报复他。
τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλογιστίας; φιλαργυρία· τί γὰρ ἂν ἄλλο τις εἴπειεν; ὁ μὲν γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρεώρα τἄλλα καὶ πάντʼ ἀνεδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν.
那么,如此显而易见的愚蠢的原因是什么呢?是贪婪。因为还能说什么别的呢?其中一人为了得到不该得的东西,忽视了其他一切,并承诺做任何事;而另一人为了不付出,甘愿承受一切,并忽视一切。
ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον —
与此相应,斐尔修斯对高卢人和对根蒂乌斯也是如此——
- 29.9.1μὴ καὶ μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν
动词 προστίθημι(增加、补充)后接连接词 μὴ,引导带有直陈式现在时 συμβαίνει 的从句。在古典希腊语中,表示担心的 μὴ 从句通常要求虚拟式;此处使用直陈式强调了一个既定事实(“贪婪确实会使人愚蠢”),体现了波利比乌斯时期后期希腊语(通用希腊语)的语法特征。
- 29.9.2τῆς κομιδῆς τούτων
隶属于名词 κομιδή(收回、安全保管)的属格 τούτων(这些,即前述的金钱)是宾格性属格,意为“回收这些资金”,指如果欧墨尼斯不履行诺言,斐尔修斯确信能收回所付资金的手段。
- 29.9.5ἀλλάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν
中动相动词 ἀλλάσσομαι(交换、换取)的直接宾语是“与罗马人的分歧/敌对”(διαφοράν)呈宾格,而前方的属格 τῶν διδομένων χρημάτων 表示交换的代价。字面意思是“以所给的金钱换取与罗马人的敌对”,表现了接受这笔钱就相当于用它买来了与罗马致命的敌对关系这一讽刺性交换。
