- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.5.1-28.5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
在阿卡纳尼亚大会上,亲罗马派要求建立驻军,而狄奥根尼表示反对。盖约一行人出于对民意及元老院政策的考量,决定不设驻军并离去。
κατὰ δὲ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκκλησίας εἰς Θύρρειον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρέμας ὄντες Ῥωμαίων1 παρεκάλουν τοὺς περὶ τὸν Γάιον ἔμφρουρον ποιῆσαι τὴν Ἀκαρνανίαν· εἶναι γὰρ2 παρʼ αὐτοῖς τοὺς ἀποφέροντας τὰ πράγματα πρὸς Περσέα καὶ Μακεδόνας.
在阿卡纳尼亚,当大会于提雷翁召开时,身为亲罗马派的埃斯克里翁、格劳克斯和克雷马斯请求盖约一行人在阿卡纳尼亚驻军;因为他们声称,在他们之中有一些人正试图将局势导向有利于珀尔修斯和马其顿人的方向。
Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν. οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν ὑπὸ Ῥωμαίων· οὐδὲν δὲ πεποιηκότας Ἀκαρνᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατʼ οὐδένα τρόπον.
但狄奥根尼向他们提出了相反的建议。他说,不应当在任何城市引入驻军;因为这是那些成为罗马人的敌人并被彻底击败的人所应承受的待遇;而阿卡纳尼亚人并未做错任何事,绝不应该接受驻军。
τοὺς δὲ περὶ Χρέμαν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντιπολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις.
他还说,克雷马斯、格劳克斯及其党羽想要建立起他们自己的私人统治,因而诽谤政敌,并企图引来一支能支持他们一己私利的驻军。
ῥηθέντων δὲ τούτων οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμένους ταῖς φρουραῖς καὶ βουλόμενοι στοιχεῖν τῇ τῆς συγκλήτου προθέσει,3 συγκαταθέμενοι τῇ τοῦ Διογένους γνώμῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ Λαρίσης πρὸς τὸν ἀνθύπατον. —
这些话发表之后,盖约一行人看到民众对驻军深感不满,且希望遵循元老院的意图,便赞同狄奥根尼的意见并共同表扬了他,随后启程前往拉里萨,去见资深执政官。
- 28.5.1ὄντες Ῥωμαίων
属格 Ῥωμαίων 为所有属格(或归属属格),表示政治或党派上的归属,意为“属于罗马一方的人”。
- 28.5.2εἶναι γὰρ
不定式 εἶναι 引导了间接引语,其取决于前文 παρεκάλουν(请求)所暗示的说话动词。此后的 δεῖν(§28.5.3)和 εἶναι(§28.5.4)亦延续了这一“宾格加不定式”的间接引语结构。
- 28.5.6στοιχεῖν τῇ τῆς συγκλήτου προθέσει
动词 στοιχεῖν 支配与格(τῇ... προθέσει),意为“与……并排前进”或“遵循、符合”,在此指遵守元老院的既定方针或意图。
