- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.19.1-28.19.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-11
埃及国王的亲信们组建了应对危机的委员会,并决定派遣当时在场的希腊各地使节前往安条克处进行和平谈判。
ὅτι μετὰ τὸ παραλαβεῖν Ἀντίοχον τὰ κατὰ τὴν Αἴγυπτον ἔδοξε τοῖς περὶ τὸν Κομανὸν καὶ Κινέαν1 συνεδρεύσασιν μετὰ τοῦ βασιλέως κοινοβούλιον καταγράφειν ἐκ τῶν ἐπιφανεστάτων ἡγεμόνων τὸ βουλευσόμενον2 περὶ τῶν ἐνεστώτων.
在安条克掌控了埃及的事务之后,与国王一同参与议政的科马努斯和基内亚斯的一派人决定,从最显赫的将领中组建一个联合委员会,用以商议当前的局势。
πρῶτον οὖν ἔδοξε τῷ συνεδρίῳ τοὺς ἀπὸ τῆς Ἑλλάδος παρεπιδημήσαντας πέμπειν πρεσβευτὰς ὡς τὸν Ἀντίοχον κοινολογησομένους ὑπὲρ διαλύσεως.
因此,该委员会首先决定,将当时从希腊来访的人员作为使节派往安条克处,以就和解进行商谈。
ἦσαν δὲ τότε παρὰ μὲν τοῦ κοινοῦ τῶν Ἀχαιῶν πρεσβεῖαι διτταί, μία μὲν ὑπὲρ τῆς τῶν φιλανθρώπων ἀνανεώσεως, ἣν ἐπρέσβευον Ἀλκίθος Ξενοφῶντος Αἰγιεὺς καὶ Πασιάδας, ἄλλη δὲ περὶ τοῦ τῶν Ἀντιγονείων ἀγῶνος.
当时,阿凯亚同盟派来了两个使团:一个是关于更新友好特权,由埃吉乌姆人、色诺芬之子阿尔基索斯和帕西亚达斯担任使节;另一个则是关于安提戈诺斯竞技会。
ἦν δὲ καὶ παρὰ τῶν Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημάρατος, καὶ θεωρίαι διτταί, μία μὲν ὑπὲρ τῶν Παναθηναίων, ἧς προειστήκει Καλλίας ὁ παγκρατιαστής, ἡ δʼ ἄλλη περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποιεῖτο τὸν χρηματισμὸν καὶ τοὺς λόγους.
雅典人也派来了一个关于赠礼的使团,由德马拉托斯率领,此外还有两个节日使团:一个是关于泛雅典娜节,由角力学校竞技者卡利亚斯负责;另一个是关于秘仪,由克莱奥斯特拉托斯负责具体事务和陈辞。
ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν Ἀπολλωνίδης καὶ Ἀπολλώνιος.
来自米利都的有欧德摩斯和希凯西乌斯,来自克拉佐门尼的有阿波罗尼德斯和阿波罗尼奥斯。
ἐξαπέστειλε δὲ καὶ Πτολεμαῖος ὁ βασιλεὺς Τληπόλεμον καὶ Πτολεμαῖον τὸν ῥήτορα πρεσβευτάς.
托勒密国王也派遣了特勒波勒摩斯和雄辩家托勒密作为使节。
οὗτοι μὲν οὖν ἔπλεον ἀνὰ τὸν ποταμὸν3 εἰς τὴν ἀπάντησιν. —
于是,这些人便乘船逆流而上,前去迎见。 —
- 28.19.1τοῖς περὶ τὸν Κομανὸν καὶ Κινέαν
“οἱ περί + 宾格”这一结构是惯用表达,指代某人及其随从或党羽,有时也主要指其本人。此处指托勒密国王的亲信科马努斯与基内亚斯及其周围的幕僚。
- 28.19.1τὸ βουλευσόμενον
中性将来时主动分词,修饰前文的 κοινοβούλιον(联合委员会)。此处将来时分词作定语,表示目的(“用以商议……的”)。
- 28.19.7ἀνὰ τὸν ποταμὸν
介词 ἀνά 加上宾格,表示“沿着……向上”或“逆流而上”,此处指沿着尼罗河向上游航行。
