← 波利比奥斯

历史

§21.30.1-21.30.16

马可斯与埃托利亚人的和平协议条款

马可斯与埃托利亚人草拟了包含赔款、归还俘虏和领土限制等条款的临时和约。在埃托利亚本国接受这些条件后,他们派使节前往罗马争取正式批准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.30.1

ροῦντες1 τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ2 ποιήσασθαι τὰς διαλύσεις, ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, τριακόσια δʼ ἐν ἔτεσιν ἕξ, πεντήκοντα καθʼ ἕκαστον ἔτος· ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρʼ αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς λύτρων· πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν3 ἑάλωσαν ὑπὸ Ῥωμαίων ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους· Κεφαλληνίους δὲ πάντας ἐκσπόνδους4 εἶναι τούτων τῶν συνθηκῶν.

……坚守对盟友的信义。而马可斯同意与埃托利亚人以此条件缔结和约:即立即收取两百个尤波亚塔兰同,并在六年内收取三百个,每年五十个;且在他们那里的所有罗马战俘和逃兵须在六个月内归还,无需赎金;且在他们的同盟中不得保留任何城市,此后也不得接纳那些在卢基乌斯·科尔内留斯渡海之后被罗马人占领或与罗马人建立友好关系的城市;且所有凯法莱尼亚人都被排除在此项条约之外。

§21.30.6

ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν ἐπὶ Ῥωμαίους.

于是当时关于和议的大致要点便如此草拟完成;但首先需要埃托利亚人同意这些条件,然后才能向罗马人呈报。

§21.30.7

οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμενον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων.

雅典人和罗得斯人因此留在此地,等待埃托利亚人的决定;而达莫特莱斯及其同伴返回后,向埃托利亚人详细说明了已获同意的条款。

§21.30.8

τοῖς μὲν οὖν ὅλοις εὐδόκουν· καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν· περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς προτεινομένοις.

他们对整体内容表示满意;因为一切确实超出了他们的预期;但对以前属于他们同盟的城市犹豫了片刻后,他们最终还是同意了所提议的内容。

§21.30.9

ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δʼ ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Ἀμβρακίαν.

马可斯接管安布拉基亚后,允许埃托利亚人在条约保护下撤离,并将城内的雕像、青铜像和画作运走,由于安布拉基亚曾是庇护斯的王宫所在地,这些艺术品数量极其繁多。

§21.30.10

ἐδόθη δʼ αὐτῷ καὶ στέφανος ἀπὸ ταλάντων ἑκατὸν καὶ πεντήκοντα.

他还被赠予了一顶重达一百五十塔兰同的金冠。

§21.30.11

ταῦτα δὲ διοικησάμενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας, θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶσθαι.

处理完这些事务后,他向埃托利亚内陆进军,并对埃托利亚人方面没有给他任何答复感到不解。

§21.30.12

παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ἑκατὸν ὀγδοήκοντα σταδίους.

他到达了被称为阿姆菲洛基亚的阿哥斯并驻扎下来,该地距离安布拉基亚有一百八十斯塔德。

§21.30.13

ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς διʼ ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δʼ εἰς τὴν Ἀμβρακίαν.

在那里,达莫特莱斯及其同伴与他会合,并说明埃托利亚人已决定批准通过他们达成的协议,随后双方分别,埃托利亚人回到家乡,马可斯则回到了安布拉基亚。

§21.30.14

κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαλληνίαν, οἱ δʼ Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς εἰρήνης· ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι5 τῷ τῶν Ῥωμαίων.

到达那里后,他开始致力于将军队运送到凯法莱尼亚,而埃托利亚人选派了菲尼亚斯和尼坎德鲁斯为使节,派他们前往罗马商讨和平事宜;因为除非得到罗马民会的批准,否则上述条款绝对不具有最终效力。

语法注5 条
  1. 21.30.1ροῦντες

    紧接上一分段末尾“τη”的现在分词主格复数阳性,说明安布拉基亚人守住对盟友的信义。

  2. 21.30.1ἐπὶ τούτῳ

    意为“在此条件之下”,后接 ὥστε 引导的条款(§21.30.2–5),用以引出和议的具体条件。

  3. 21.30.4τὴν Λευκίου Κορνηλίου διάβασιν

    指公元前190年卢基乌斯·科尔内留斯·西庇阿率军渡海进入亚洲。这一历史事件被用作领土和城市归属权界定的基准时间点。

  4. 21.30.5ἐκσπόνδους

    意为“排除在条约之外”或“不受条约保护”。这表明凯法莱尼亚人被刻意排除在和平条约之外,使其成为罗马单独军事行动的对象。

  5. 21.30.16εἰ μὴ καὶ τῷ δήμῳ δόξαι

    εἰ μή 后接祈愿语气 δόξαι(第三人称单数不定过去式,或异读 δόξειε)。它说明了罗马的外交宪政原则:将军签订的初步和约在未经罗马民会批准前不具有最终法律效力。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.30.1-21.30.16