- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.24.1-21.24.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
罗马元老院正式批准了与安条克使节的和约,任命了十人委员会并制定了亚洲领土分配的大纲。在关于索里自由的交涉中,罗得斯人最终因安条克使节的顽强抵抗而放弃了要求,随后西庇阿等人返回罗马举行了凯旋式。
ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρʼ Ἀντιόχου πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν.
随后,他们召见了来自安条克的使节安提帕特和宙克西斯。
ὧν μετʼ ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους,1 εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίαις πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν, καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον.
在这些人带着威严与哀求发表了演讲后,元老院赞同了在亚洲与西庇阿及其同僚达成的协议。几天后,在民众也予以批准之后,他们与安提帕特一行人就这些条款举行了盟誓。
μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες· ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, ἅπασιν δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν.
在此之后,他们也召见了其他来自亚洲的使节。他们简短地听取了这些人的陈述,但给所有人的回答都是相同的。
αὕτη δʼ ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάντων τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους.
该回答是,他们将派遣十名使节,去裁决各城市之间所有存在争议的事项。
δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν τὴν ἐπιτροπήν, περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων, ὅσοι μὲν ὑπʼ Ἀντίοχον ἐτάττοντο, τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ,2 ταῦτα δὲ Ῥοδίων ὑπάρχειν, τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δʼ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον.
在给予了这些答复之后,他们随后任命了十名使节,将具体细节的处理全权委托给他们,至于全局的处理,则由他们自己决定:在托罗斯山脉以西的居民中,凡属安条克统治下的,除吕基亚以及卡里亚直至迈安德罗斯河的地区外,都应划归欧墨奈斯,而这些被排除的地区则归罗得斯人所有;而在希腊城市中,凡过去向阿塔罗斯缴纳贡赋的,应向欧墨奈斯缴纳同等数额;而向安条克缴纳贡赋的,则仅免除这些城市的贡赋。
δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν Ἀσίαν.
在为整个行政管理制定了这些大纲之后,他们将这十名使节派遣到亚洲的执政官格奈乌斯那里。
ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς τὴν σύγκλητον, ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων· διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης.
在这些事情处理完毕后,罗得斯人再次来到元老院,就基利家的索里提出请求;因为他们声称,由于亲缘关系,照顾这个城市是他们的责任。
εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους.
因为他们说明了索里人同罗得斯人一样,都是阿尔戈斯人的殖民者;由此他们证明了彼此之间具有兄弟般的亲缘关系。
ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος.
因此,他们声称,通过罗得斯人的好意,使索里人从罗马人那里获得自由是公正的。
ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρʼ Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον· οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον.3
元老院听取了这些陈述后,召集了安条克的使节,起初命令安条克撤出整个基利家;但当安提帕特一行人以这违反条约为由拒绝接受时,元老院便再次就索里一事与他们进行讨论。
φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν,4 εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις.
但是,由于使节们对此顽强抵制,元老院打发走了他们,并召进罗得斯人,向他们说明了安提帕特一行人所提出的反对意见,并补充说,如果罗得斯人对此下定决心,他们将不惜承担任何后果。
τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν.
而当使节们对元老院的诚意表示感激,并表示不再有进一步的要求时,这件事便维持在原有的基础之上。
ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον·
正当十名使节及其他使节准备出发时,西庇阿一行人以及在海战中击败安条克的卢基乌斯等人,抵达了意大利的布伦特西翁。
οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.
几天后,他们进入罗马,举行了凯旋式。
- 21.24.2ὧν μετʼ ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους
关系代词 ὧν 与分词 ποιησαμένων 结合,构成了属格绝对结构,其作用类似于指示代词。这相当于拉丁语中的“关系联结”(relative connection),起到了使前后句子过渡平滑的作用。
- 21.24.7πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ
介词性的 πλὴν(除……外)通常支配属格,但在此处,被排除的对象用宾格(Λυκίαν)表示,与不定式 δοθῆναι 的未明示主语(即分配给欧墨奈斯的领土)在格上保持一致。而随后的 Καρίας τὰ μέχρι... 则由部分属格 Καρίας 和与 Λυκίαν 并列的宾格冠词短语 τὰ μέχρι 构成。
- 21.24.13πάλιν ὑπὲρ αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον
第三人称复数动词 ἐποιοῦντο 的主语在上下文语境中指代“元老院”或其成员(议员们)。这是一种“依意一致”(constructio ad sensum)结构,即语法上为单数的集合名词 ἡ σύγκλητος 被视作复数处理,表明了重新进行交涉的主体。
- 21.24.14ὅτι πᾶν ὑπομενοῦσιν
这一表述使用了未来时动词 ὑπομενοῦσιν(他们将承受),表达了罗马元老院为了罗得斯人而不惜面对“任何后果”(包括与安条克的冲突或重新开战)的坚定决心。
