← 波利比奥斯

历史

§21.21.1-21.21.11

欧墨尼斯要求根据功绩分配领土与战利品

欧墨尼斯举出马萨尼萨和普勒乌拉图斯的例子,要求罗马给予符合其贡献的照顾。他主张,如果罗马不直接统治亚洲,应当将战争的成果让渡给真正的盟友佩尔伽蒙,而不是解放那些曾与安条克结盟的城市。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.21.1

ὥσθʼ ὑμᾶς,1 ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι περὶ ἡμῶν.

因此,罗马人啊,你们中许多人已亲眼目睹,而且所有人都知道我们所说的是真话,你们对我们给予相称的关怀是公正的。

§21.21.2

καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασαννάσαν μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέμιον ὑμῖν, ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον,2 ὅτι καθʼ ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευρᾶτον δέ, πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδεδείχατε, ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρʼ οὐδὲν ποιήσεσθε.3

因为如果发生以下的情况,那将是所有事情中最可怕的:一方面,对于马萨尼萨,他不仅曾是你们的敌人,而且最后仅带着几名骑兵投奔你们,却因为在对迦太基人的单一战争中坚守了忠诚,你们就使他成为了利比亚大部分地区的国王;另一方面,对于普勒乌拉图斯,他实际上什么也没做,仅仅是坚守了忠诚,你们就将他擢升为伊利里亚最强大的统治者,而对于我们这些世世代代与你们共同完成了最伟大、最辉煌功绩的人,你们却将置之不顾。

§21.21.5

τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρʼ ὑμῶν; ἐρῶ μετὰ παρρησίας, ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον.

那么,我所恳求的是什么,我又说我们应当从你们那里获得什么?我将坦率地直言,因为你们促使我们向你们表明我们的真实看法。

§21.21.7

εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπʼ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθʼ ἂν ἰδεῖν γενόμενον· καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας.

如果你们自己决定占领托罗斯山脉这边的、先前归安条克管辖的亚洲某些地区,这正是我们最希望看到发生的事情;因为我们认为,与你们相邻并在最大程度上分享你们的权威,我们的统治将是最稳固的。

§21.21.9

εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλʼ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν.

但如果你们决定不这样做,而是完全撤出亚洲,我们主张,你们把战争中获得的战利品让渡给任何人,都不如让渡给我们更为公正。

§21.21.10

νὴ Δίʼ, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ4 μετʼ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν.

“但是,凭宙斯起誓,解放那些受奴役的人是更美妙的事。”确实如此,只要他们没有胆敢与安条克一起跟你们作战!

§21.21.11

ἐπεὶ δὲ τοῦθʼ ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν."

" 但既然他们甘愿做出这种事,那么对真正的朋友给予相称的报答,远比恩赐那些曾是敌人的人更为高尚。”

语法注4 条
  1. 21.21.1ὥσθʼ ὑμᾶς

    这是“ὥστε + 宾格 + 不定式”结构。宾格的 ὑμᾶς 是句末不定式 ποιήσασθαι 的逻辑主语。夹在中间的分词 γεγονότας 和 γινώσκοντας 与 ὑμᾶς 保持性、数、格的一致。

  2. 21.21.2Μασαννάσαν... τοῦτον

    宾语的赘指。置于句首的 Μασαννάσαν 在经过长句插入后,在动词 πεποιήκατε 之前被指示代词 τοῦτον 再次指代。

  3. 21.21.2ἂν πάντων γένοιτο … ποιήσεσθε

    混合条件句,主句(归结句)使用 ἄν + 祈愿语(γένοιτο),条件句(在 §21.21.4 中)使用将来直陈式(ποιήσεσθε)。它假定了未来令人担忧的事实,并将不合理的结果以潜在、委婉的方式表达出来。

  4. 21.21.10εἴγε μὴ

    “至少若非……”,表示限制性条件。针对前一句的 κάλλιόν ἐστι(……是更美的),暗示由于他们实际上已经与安条克并肩作战,因此“高尚”这一陈述并不适用于他们。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.21.1-21.21.11